BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

247b.

Ἄλλως.

(C. 39.)

 

Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπ᾿ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιϊοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσωι, ἄρασα τοῦτο δρομαῖος ὤιχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· «ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι᾿ ἀλώπεκα ἐμαχόμεθα.»

Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.