Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
234.Κώνωψ καὶ Λέων.(C. 146. F. 259.)
Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· «οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μὴ, τίς σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι, καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῶι ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος· εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον.» Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥῖνας αὐτοῦ ἄτριχα πρόσωπα. Ὁ δὲ λέων τοῖς ἰδίοις κατέλυεν ἑαυτὸν, ἕως οὗ ἠγανάκτησεν. Ὁ κώνωψ δὲ, νικήσας τὸν λέοντα καὶ σαλπίσας καὶ ἐπινίκιον ἄισας, ἀπέπτατο. Ἀράχνης δὲ δεσμῶι ἐμπλακεὶς, ἐσθιόμενος ἀπωδύρετο, ὅτι μεγίστοις πολεμῶν ὑπὸ εὐτελοῦς ζώου, τῆς ἀράχνης, ἀπώλετο.Ὁ μῦθος πρὸς τοὺς καταβάλλοντας μεγάλους καὶ ὑπὸ μικρῶν καταβαλλομένους. |