Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
200b.Ἄλλως. Κολοιὸς καὶ Ὄρνεις.(C. 188. et p. 367. F. 78. S. 101.)
Ζεὺς, βουλόμενος βασιλέα καταστῆσαι ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ἧι παραγενήσονται πάντες πρὸς αὐτὸν, ὅπως τὸν ὡραιότερον πάντων καταστήσηι ἐπ᾿ αὐτοὺς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δὲ, συνιῶν ἑαυτῶι περικειμένην δυσμορφίαν, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα [100] τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῶι περιέθηκέ τε καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γενέσθαι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας, καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ οἰκεῖον περὸν ἀφείλετο ἐξ αὐτοῦ· καὶ ὁ κολοιὸς ἦν πάλιν κολοιός.Ὁ μῦθος δηλοῖ, ὅτι καὶ οἱ χρεωφειλέται καὶ ἐπικτήτους προσκτώμενοι πλούτους, μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀπαιτηθῶσιν, ὁποῖοι ἦσαν πρότερον γινώσκονται. |