Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
200.Κολοιὸς καὶ Γλαύξ.(C. p. 117. F. 217. B. 72.)
Κάλλους ἦν ἀγὼν, καὶ παρὰ τῶι Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων, Ἑρμοῦ τὴν κυρίαν ὁρίζοντος. Ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. Κολοιὸς δὲ, οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. Γλαῦξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς ἀφηιρεῖτο τὸν κολοιὸν, καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. Ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιὸς γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν.Κόσμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσι. |