Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
185.Κάνθαροι δύο.(S. 85. C. 198. F. 282.)
Ἔν τινι νησιδίωι ταῦρος ἐνέμετο· τῆι δὲ τούτου κόπρωι κάνθαροι έτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ εἷς ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο δὴ εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνωι μόνωι ἡ τροφὴ ἱκανὴ ὑπάρχηι, καὶ ὡς ἂν ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρηι [94] τὴν νομὴν, καὶ αὐτῶι οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον, καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰσ τὴν νῆσον διέπτη· ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ἠιτιάσατο αὐτὸν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· «μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· «ἐκεῖθεν τὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.»Ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους, οἳ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν. |