Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
127.Ἔλαφος καὶ Ἄμπελος.(C. 65. F. 65. S. 78.)
Ἔλαφος, κυνηγοὺς φεύγουσα, ὑπ᾿ ἀμπέλωι ἐκρύβη. Παρελθόντων δ᾿ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρ[64]ξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καὶ, ὅπερ ἦν ἀληθὲς, νομίσαντες, τῶν ζώων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνήσκουσα τοιαῦτ᾿ ἔλεγε· «δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.»Ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται. |