BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

126.

Ἔλαφος.

(F. 63. S. 76. C. 63 et p. 313.)

 

λαφος, πληρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν, παρεγένετο εἴς τινα αἰγιαλὸν, καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον ὀφθαλμὸν πρὸς τὴν γῆν ἔχουσα, καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα κίνδυνον ὑφωρᾶτο. Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον, καὶ θεασάμενοι αὐτὴν, κατηυστόχησαν. Ἐπεὶ δὲ ἐλειποψύχει, εἶπε πρὸς ἑαυτήν· «ἀλλ᾿ ἔγωγε ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν, ἐφ᾿ ἣν κατέφυγον.»

Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκονται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπιβλαβῆ.