BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[61]

119.

Διογένης ὁδοιπορῶν.

(F. 56. C. 398.)

 

Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει ἀμηχανῶν. Εἷς δέ τις τῶν διβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν φιλοφροσύνηι, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος, δι᾿ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθὼν αὐτῶι εἶπεν· «ἀλλ᾿ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῶι γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ κρίσει, ἀλλὰ νόσωι αὐτὸ ποιεῖς.»

Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.