BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

118.

Δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς.

(C. 364 et p. 411. F. 363. B. 117.)

 

Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδὼν τις, ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· «δι᾿ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι.» Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῶι τόπωι, ἐν ὧι ἔτυχεν ἱστάμενος, συνέβη ὑφ᾿ ἑνὸς δηχθῆναι τούτων. Ὁ δὲ ὑφ᾿ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δ᾿ ἐπιστὰς αὐτῶι καὶ τῆι ῥάβδωι παίων, εἶπεν· «εἶτα οὐκ ἀνέχηι σὺ τοὺς θεοὺς δικαστὰς εἶναι, οἷος εἶ σὺ τῶν μυρμήκων;»

Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.