BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

115b.

Ἄλλως. Δέλφαξ καὶ Ἀλώπηξ.

(S. 174. C. 176. F. 131.)

 

νωι τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα, ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρ᾿ ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι᾿ ἣν, τῶν λοιπῶν μεθ᾿ ἡσυχίας φερομένων, μόνος αὐτὸς βοᾶι. Ὁ δὲ ὑποτυχὼν ἔφη· «ἀλλ᾿ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως με θύσει.»

Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.