Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
97b.Ἄλλως. Ὁδοιπόρος καὶ Ἔχις.(S. 171. F. 130. C. p. 357.)
Ὁδοιπόρος χειμῶνος ὁδεύων, ὡς ἐθεάσατο ἔχιν ὑπὸ τοῦ κρύος διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλετο, καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον, θερμαίνειν ἐπειρᾶτο. Ὁ δὲ, μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη, καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γα[49]στέρα ἔδακε. Καὶ ὃς ἀποθνήσκειν μέλλων ἔφη· «ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσωζον, ὃν ἔδει καὶ ἐῤῥωμένον ἀναιρεῖν;»Ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς τῶι ἀμοιβὰς οὐκ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται. |