Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
97.Γεωργὸς καὶ Ὄφις.(S. 62. C. 170.)
Γέρων τις γεωργὸς χειμῶνος ὥραι ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν, ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνήσκων δὲ ἔλεγε· «δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας.»Ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. |