BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

82.

Βορέας καὶ Ἥλιος.

(S. 46. C. 306. B. 18.)

 

Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνωι τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσηι. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. Ὁ δὲ, ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὼν ὁ Βορέας τῶι Ἡλίωι μετὰ τοῦτο παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὗ [41] πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδθσάμενος ποταμοῦ ῥέοντος ἐπὶ λουτρὸν ἀπήιει.

Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι.