Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
80.Βόες καὶ Μάγειροι.(B. 21.)
Βόες μαγείρους ἀπολέσαι πότ᾿ ἐζήτουν,ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμων.καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη | |
[40] | κέρατ᾿ ἀποξύνοντες· εἷς δέ τις λίηνγέρων ἐν αὐτοῖς (πολλὰ δ᾿ ἦν ἀροτρεύσας),«οὗτοι μὲν ἠμᾶς» εἶπε «χερσὶν ἐμπείροιςσφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·ἢν δ᾿ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,διπλοῦς τότ᾿ ἔσται θάνατος· οὐ γὰρ ἐλλείψειτὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψηι.»[Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδωνὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρηι.]Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινον δεουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων. |