Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
71.Ἀσπάλαξ.(C. 51.)
Ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. Φησὶν οὖν ποτε τῆι μητρί· «συκαμινέαν, μῆτερ, ὁρῶ.» Εἶτα αὖθίς φησι· «λιβάνου ὀσμῆς πεπλήρωμαι.» Κἀκ τρίτου πάλιν «χαλκῆς» φησι «ψηφῖδος κτύπον ἀκούω.» Ἡ δὲ μήτηρ ὑπολαβοῦσα εἶπεν· «ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως.»Ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. |