Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
70.Ἀρότης καὶ Λύκος.(S. 38.)
Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῶι ἀρότρωι, τὸ μὲν πρῶτον τὰς μῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν, ἐπεὶ καθῆκε τὸν αὐχένα, [35] ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· «εἴθε γάρ, ὦ κακὴ κεφαλὴ, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.»Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπωον κἂν χρηστότητα ἐπαγγέλλωνται, ψεύδωνται. |