BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

67.

Ἄνθρωπος λέοντα χρυχοῦν εὑρών.

(S. 71. C. 216. F. 295.)

 

Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· Οὐκ οἶδα τίς γένωμαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν, καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία τὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ [34] ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῆι πολεμεῖ· ἀγαπᾶι μὲν τὸν χρυσὸν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὢ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης! ὢ θησαυρὸς ἡδονὴν μὴ ἔχων! ὢ χάρις δαίμονος ἄχαρις γενομένη! Τί οὖν; ποίωι τρόπωι χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων, λαβεῖν ὀφείλοντας τῆι πολυπληθεῖ συμμαχίαι· κἀγὼ πόῤῥω ἔσομαι θεατής.

Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον, μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῶι πλούτωι.