Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
66.Ἄνθρωπος καταθραύσας ἄγαλμα.(C. 128 et p. 330. F. 21. B. 119.)
Ἄνθρωπός τις, ξύλινον ἔχων θεὸν, πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτ᾿ ἔπραττε, καὶ μᾶλλον ἐν πενίαι διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῶι τοίχωι προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔῤῥευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἔνθρωπος ἐβόα· «στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.»Ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν, πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφελήσεις. |