Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
48.Ἀνδροφόνος.(S. 32. C. 160 et p. 351. F. 29.)
Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν αὐτοῦ χυγγενῶν ἐδιώκετο. Γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν, λύκου αὐτῶι ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῶι ποταμοῶι παρακείμενον, κἀκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατ᾿ αὐτοῦ ἐρχόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τούτωι ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο.Ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν. |