BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

45.

Ἀλώπηξ καὶ Τράγος.

(S. 9. C. 4 et p. 281. F. 4.)

 

λώπηξ πεσοῦσα εἰς φρέαρ, ἐπάναγκες ἔμενε, πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα· τράγος δὲ δίψηι συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν, ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ, τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα, ὡς χρηστὸν εἴη, καὶ καταβῆναι αὐτῶι παρήινει. Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν, καὶ ἅμα τῶι τὴν δίψαν σβέσαι, μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· «εἰ γᾶρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῶι τοίχωι [23] προσερεῖσαι, ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναβιβάσω.» Τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη, καὶ ἀπ᾿ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν, ὡς τὰς ὁμολογίας παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· «ὦ οὗτος, ἀλλ᾿ εἰ τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῶι πώγωνι τρίχας, οὐ πρότερον δὴ κατεβεβήκεις, πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.»

Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ᾿ οὕτως αὐτοῖς ἐπιχειρεῖν.