Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
44.Ἀλώπηξ καὶ Πίθηκος.(S. 82. C. 29 et p. 295. F. 69.)
Ἐν συνόδωι τῶν ἀλόγων ζώων πίθηκος ὀρχησάμενος καὶ εὐδικιμήσας βασιλεὺς ὑπ᾿ αὐτῶν ἐχειροτονήθη· ἀλώπηξ δὲ αὐτῶι φθονήσασα ὡς ἐθεάσατο ἔν τινι παγίδι κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῶι τῆς βασιλείας τετήρηκε, καὶ παρήινει αὐτῶι λαβεῖν. Τοῦ δὲ ἀτημελήτως ἐπελξόντος, καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασσαν αῦτῶι, ἐκείνη ἔφη· «ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζώων βασιλεύσεις;»Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες σὺν τῶι δυστυχεῖς εἶναι καὶ γέλωτα ὀφλισκάνουσι. |