Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
22.Ἀλεκτρυόνες καὶ Πέρδιξ.(S. 23. C. 10 et p. 286. F. 16.)
Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασσῶι πωλουμένωι, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι· μικρὸν δὲ ὕστερον ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους, καὶ οὐ πρότερον ἀποστάντες, πρὶν ἢ ἀλλήλους πατάξαι, ἔφη πρὸς ἑαυτόν· «ἀλλ᾿ ἔγωγε οὐκ ἄχθομαι ὑπὸ τούτων τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.»Ὁ λόγος δηλοῖ, ὅτι ῥαιδίως τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους. |