BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[11]

21c.

Ἄλλως. Ἀλέκτορες καὶ Ἀετός.

(F. 119. C. p. 343.)

 

Μαχομένων δήποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν, τὸ τίς αὐτὴν ἐγγήμηι, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετο ἔν τινι γωνίαι, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας· ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας, ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν· «ἥττησα τὸν ἴδιον ἐχθρόν μου, τροπωσάμενος ἀντίπαλον εἰς κράτος.» Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω, καὶ καταλαβὼν τὸν νικητὴν ἐκεῖνον, ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα, βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας, ἤγετο οὕτως ἐν ἀδείαι τυγχάνων, λαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον καὶ καχωμένου, ὡς ὄντως νικηφόρου.

Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.