Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
19.Αἴσωπος ἐν ναυπηγίωι.(S. 8. C. 311 et p. 404. F. 375.)
Αἴσωπός ποτε ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε· τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε· «Τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι· τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι, παραινέσαι αὐτῆι, ὅπως ἐπὶ τρὶς ἐκροφήσηι τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου [10] δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· ἐὰν δὲ δόξηι αὐτῆι καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὑδωρ, ἄχρηστος ὑμῖν ἡ τέχνη γενήσεται.»Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς αἰτίας ἐξ αὐτῶν ἐπισπώμενοι. |