BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

18.

Αἲξ καὶ Ὄνος.

(F. 262. C. 153.)

 

Αγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἲξ φθονήσασα τῶι ὄνωι διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν, ὡς ἄπειρα κολάζηι, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν· καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιῆσαι καὶ καταπεσεῖν ἔν τινι βόθρωι, καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ἤιτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῶι, καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.

Ὅτι ὅστις καθ᾿ ἑτέρου δόλια μηχανᾶται, ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.