Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
12b.Ἄλλως.(F. 261. C. 150.)
Ἐν σπηλαίωι ἀοικήτωι αἰγοβοσκὸς ἐν χειμῶνι αἶγας ἤγαγεν. Εὗρεν δὲ ἐκεῖ ἀγρίας αἶγας καὶ τράγους, πλει[7]όνας ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος γελαστὸς εἰς τὸν οἶκον ἦλθε κενός.Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων, ἐπ᾿ ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γενησομένου. |