BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

12.

Αἰγοβοσκὸς καὶ Αἶγες.

(S. 6. B. 45.)

 

Απόλος τὰς αἶγας αὑτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς ἐθεᾶτο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῆι δ᾿ ὑστεραίαι χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἔστησε μένειν, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείας πλείονα περισωρεύων πρὸς τὸ καὶ αὐτὰς ἐξιδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος ἐπιειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἰ περιττοτέρας αὐταὶ ἐπιμελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· «ἀλλὰ καὶ δι᾿ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.»

Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων προσεταιρίζεσθαι τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους, ὅτι καὶ, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλισιάσωσιν, ἐκείνους προκρινοῦσιν.