Euripides
485/84 - 406/05 a. Chr. n.
Ἄλκηστις
Ὑποθέσεις αʹ
|
|
____________________________________________________________________
|
|
Ὑπόθεσις Ἀλκήστιδος[Δικαιάρχου]
Ἀπόλλων ἠιτήσατο παρὰ τῶν Μοιρῶν ὅπως ὁ Ἄδμητος τελευτᾶν μέλλων παράσχηι τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῶι προτέρωι χρόνον ζήσηι. καὶ δὴ Ἄλκηστις, ἡ γυνὴ τοῦ Ἀδμήτου, ἐπέδωκεν ἑαυτὴν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀποθανεῖν. μετ᾽ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης, Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν, ἐπορεύθη ἐπὶ τὸν τάφον, καὶ τὸν Θάνατον ἀποστῆναι ποιήσας, ἐσθῆτι καλύπτει τὴν γυναῖκα, τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν. εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγε. μὴ βουλομένου δὲ ἐκείνου, ἔδειξεν ἣν ἐπένθει. |