BIBLIOTHECA AUGUSTANA

 

Empedocles

ca. 485 - ca. 425 a. Chr. n.

 

Περὶ φύσεως

 

――――――――――――――――――――――――

 

 

Βιβλίον αʹ

 

Simplic. in Phys., p. 157,25 sqq. (Diels-Kranz 31, B 17):

233

δίπλ' ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι

ἐκ πλεόνων, τοτὲ δ' αὖ διέφυ πλέον' ἐξ ἑνὸς εἶναι.

235

δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ' ἀπόλειψις·

τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ' ὀλέκει τε,

ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη.

καὶ ταῦτ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἓν ἅπαντα,

240

ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορεύμενα Νείκεος ἔχθει.

‹οὕτως ἧι μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι›

ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσι,

τῆι μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·

ἧι δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,

ταύτηι δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.

245

ἀλλ' ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει·

ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων,

δίπλ' ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι

ἐκ πλεόνων, τοτὲ δ' αὖ διέφυ πλέον' ἐξ ἑνὸς εἶναι,

πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος,

250

Νεῖκός τ' οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντηι,

καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε·

τὴν σὺ νόωι δέρκευ, μηδ' ὄμμασιν ἧσο τεθηπώς·

ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις,

τῆι τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι,

255

Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ' Ἀφροδίτην·

τὴν οὔ τις μετὰ τοῖσιν ἑλισσομένην δεδάηκε

θνητὸς ἀνήρ· σὺ δ' ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν.

ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἥλικα γένναν ἔασι,

τιμῆς δ' ἄλλης ἄλλο μέδει, πάρα δ' ἦθος ἑκάστωι,

260

ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο.

καὶ πρὸς τοῖς οὔτ' ἄρ τέ τι γίνεται οὔτ' ἀπολήγει·

εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ' ἂν ἦσαν·

τοῦτο δ' ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν;

πῆι δέ κε κἠξαπόλοιτο, ἐπεὶ τῶνδ' οὐδὲν ἔρημον;

265

ἀλλ' αὐτὰ ἔστιν ταῦτα, δι' ἀλλήλων δὲ θέοντα

γίγνεται ἄλλοτε ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα.

a(i) 6  Versus ex papyro Strasburgensi

a(i) 7  Versus ex papyro Strasburgensi

a(i) 8  Versus ex papyro Strasburgensi

270

a(i) 9  Versus ex papyro Strasburgensi

a(ii) 1  Versus ex papyro Strasburgensi

a(ii) 2  Versus ex papyro Strasburgensi

a(ii) 3  Versus ex papyro Strasburgensi

a(ii) 4  Versus ex papyro Strasburgensi

275

a(ii) 5  Versus ex papyro Strasburgensi

a(ii) 6  Versus ex papyro Strasburgensi

a(ii) 7  Versus ex papyro Strasburgensi

a(ii) 8  Versus ex papyro Strasburgensi

a(ii) 9  Versus ex papyro Strasburgensi

280

a(ii) 10  Versus ex papyro Strasburgensi

a(ii) 11  Versus ex papyro Strasburgensi

a(ii) 12  Versus ex papyro Strasburgensi

a(ii) 13  Versus ex papyro Strasburgensi

a(ii) 14  Versus ex papyro Strasburgensi

285

a(ii) 15  Versus ex papyro Strasburgensi

a(ii) 16  Versus ex papyro Strasburgensi

a(ii) 17  Versus ex papyro Strasburgensi

a(ii) 18  Versus ex papyro Strasburgensi

a(ii) 19  Versus ex papyro Strasburgensi

290

a(ii) 20  Versus ex papyro Strasburgensi

a(ii) 21  Versus ex papyro Strasburgensi

a(ii) 22  Versus ex papyro Strasburgensi

a(ii) 23  Versus ex papyro Strasburgensi

a(ii) 24  Versus ex papyro Strasburgensi

295

a(ii) 25  Versus ex papyro Strasburgensi

a(ii) 26  Versus ex papyro Strasburgensi

a(ii) 27  Versus ex papyro Strasburgensi

a(ii) 28  Versus ex papyro Strasburgensi

a(ii) 29  Versus ex papyro Strasburgensi

300

a(ii) 30  Versus ex papyro Strasburgensi

 

Simplic. in Phys., p. 159,13 sqq. (Diels-Kranz 31, B 21):

ἀλλ' ἄγε, τῶνδ' ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ,

εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῆι,

ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἁπάντηι,

ἄμβροτα δ' ὅσσ' ἴδει τε καὶ ἀργέτι δεύεται αὐγῆι,

(5)

ὄμβρον δ' ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε·

ἐκ δ' αἴης προρέουσι θέλυμνά τε καὶ στερεωπά.

ἐν δὲ Κότωι διάμορφα καὶ ἄνδιχα πάντα πέλονται,

σὺν δ' ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται.

ἐκ τούτων γὰρ πάνθ' ὅσα τ' ἦν ὅσα τ' ἔστι καὶ ἔσται,

(10)

δένδρεά τ' ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες,

θῆρές τ' οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς,

καί τε θεοὶ δολιχαίωνες τιμῆισι φέριστοι.

αὐτὰ γὰρ ἔστιν ταῦτα, δι' ἀλλήλων δὲ θέοντα

γίγνεται ἀλλοιωπά· τόσον διὰ κρῆσις ἀμείβει.

 

Plut., Quaest. conv. 618 B (Diels-Kranz 31, B 76):

324?

τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμων βαρυνώτοις,

325?

b 1   Versus ex papyro Strasburgensi

ἔνθ' ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν.

b 3   Versus ex papyro Strasburgensi

ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε·

b 5   Versus ex papyro Strasburgensi

330?

b 6   Versus ex papyro Strasburgensi

 

Simplic. in Phys., p. 160,1 sqq. (Diels-Kranz 31, B 23):

ὡς δ' ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν

ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε,

οἵτ' ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν,

ἁρμονίηι μείξαντε τὰ μὲν πλέω, ἄλλα δ' ἐλάσσω,

(5)

ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι,

δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας

θῆράς τ' οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς

καί τε θεοὺς δολιχαίωνας τιμῆισι φερίστους·

οὕτω μή σ' ἀπάτη φρένα καινύτω ἄλλοθεν εἶναι

(10)

θνητῶν, ὅσσα γε δῆλα γεγάκασιν ἄσπετα, πηγήν,

ἀλλὰ τορῶς ταῦτ' ἴσθι, θεοῦ πάρα μῦθον ἀκούσας.

 

Simplic. in Phys., p. 33,18 sqq. (Diels-Kranz 31, B 26):

ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο,

καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης.

αὐτὰ γὰρ ἔστιν ταῦτα, δι' ἀλλήλων δὲ θέοντα

γίνονται ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα θηρῶν

(5)

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἕνα κόσμον,

ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορούμενα Νείκεος ἔχθει,

εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.

οὕτως ἧι μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι,

ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσι,

(10)

τῆι μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·

ἧι δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,

ταύτηι δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.

 

Simplic. in Cael., p. 529, 1 sqq. (Diels-Kranz 31, B 35):

αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων,

τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων,

κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος

δίνης, ἐν δὲ μέσηι Φιλότης στροφάλιγγι γένηται,

(5)

ἐν τῆι δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι,

οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν' ἄλλοθεν ἄλλα.

τῶν δέ τε μισγομένων χεῖτ' ἔθνεα μυρία θνητῶν·

πολλὰ δ' ἄμεικτ' ἔστηκε κεραιομένοισιν ἐναλλάξ,

ὅσσ' ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως

(10)

τῶν πᾶν ἐξέστηκεν ἐπ' ἔσχατα τέρματα κύκλου,

ἀλλὰ τὰ μέν τ' ἐνέμιμνε, μελέων τὰ δέ τ' ἐξεβεβήκει.

ὅσσον δ' αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπήιει

ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή·

αἶψα δὲ θνέτ' ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ' εἶναι,

(15)

ζωρά τε τὰ πρίν, ἄκρητα ‹κρητά, ?› διαλλάξαντα κελεύθους.

τῶν δέ τε μισγομένων χεῖτ' ἔθνεα μυρία θνητῶν,

παντοίαις ἰδέηισιν ἀρηρότα, θαῦμα ἰδέσθαι.

 

Simplic. in Phys., p. 32, 6 sq. (Diels-Kranz 31, B 98):

ἡ δὲ Χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα,

Ἡφαίστωι τ' ὄμβρωι τε καὶ αἰθέρι παμφανόωντι,

Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν

εἴτ' ὀλίγον μείζων εἴτε πλεόνεσσιν ἐλάσσων·

(5)

ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός.

 

Simplic. in Phys., p. 1124,12 sqq. (Diels-Kranz 31, B 20):

c 1   Versus ex papyro Strasburgensi

τοῦτο μὲν ἀν βροτέων μελέων ἀριδείκετον ὄγκον·

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἓν ἅπαντα

γυῖα, τὰ σῶμα λέλογχε, βίου θαλέθοντος ἐν ἀκμῆι·

ἄλλοτε δ' αὖτε κακῆισι διατμηθέντ' Ἐρίδεσσι

(5)

πλάζεται ἄνδιχ' ἕκαστα περὶρρηγμῖνι βίοιο.

ὡς δ' αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις

θηρσί τ' ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις.

 

Tzetzes, Ex. in Iliad., p.53,22 sq.; Aetios I 3, 20 (Diels-Kranz 31, B 6):

τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε·

Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀιδωνεύς

Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.

 

Hesychios, «ἀγένητα» (Diels-Kranz 31, B 7):

‹ῥιζώματα›

. . . ἀγένητα . . .

 

Hippolytos, Haer. VII 29,10 (Diels-Kranz 31, B 16):

ἧι γὰρ καὶ πάρος ἔσκε, καὶ ἔσσεται, οὐδέ ποτ', οἴω,

τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.

 

Aetios I 30,1 (Ps.-Plut.) (Diels-Kranz 31, B 8):

ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενός ἐστιν ἁπάντων

θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή,

ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων

ἐστί, φύσις δ' ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.

 

Plut., Adv. Col. 1113 D (Diels-Kranz 31, B 15):

οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο,

ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι,

τόφρα μὲν οὖν εἰσίν, καί σφιν πάρα δειλὰ καὶ ἐσθλά,

πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ‹ἐπεὶ› λύθεν, οὐδὲν ἄρ' εἰσιν.

 

Plut., Adv. Col. 1113 C (Diels-Kranz 31, B 11):

νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι,

οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν

ἤ τι καταθνήισκειν τε καὶ ἐξόλλυσθαι ἁπάντηι.

 

Ps.-Arist., De Mel. Xen. Gorg. 2, 975b 1sq. (Diels-Kranz 31, B 12):

ἔκ τε γὰρ οὐδάμ' ἐόντος ἀμήχανόν ἐστι γενέσθαι

καί τ' ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον·

αἰεὶ γὰρ τῆι γ' ἔσται, ὅπηι κέ τις αἰὲν ἐρείδηι.

 

Plut., Adv. Col. 1113 B (Diels-Kranz 31, B 10):

. . . θάνατον ἀλοίτην . . .

 

Plut., Adv. Col. 1113 A/B (Diels-Kranz 31, B 9):

οἱ δ' ὅτε μὲν κατὰ φῶτα μιγέντ' εἰς αἰθέρ' ἵ‹κωνται›

ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων

ἠὲ κατ' οἰωνῶν, τότε μὲν τὸ ‹λέγουσι› γενέσθαι·

εὖτε δ' ἀποκρινθῶσι, τὰ δ' αὖ δυσδαίμονα πότμον·

(5)

ἣ θέμις ‹οὐ› καλέουσι, νόμωι δ' ἐπίφημι καὶ αὐτός.

 

Aetios I 18,2 (Diels-Kranz 31, B 13):

οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.

 

Simplic. in Phys., p. 160,28 sqq. (Diels-Kranz 31, B 22):

ἄρθμια μὲν γὰρ ταῦτα ἑαυτῶν πάντα μέρεσσιν,

ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα,

ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαχθέντα πέφυκεν.

ὡς δ' αὔτως ὅσα κρᾶσιν ἐπαρκέα μᾶλλον ἔασιν,

(5)

ἀλλήλοις ἔστερκται ὁμοιωθέντ' Ἀφροδίτηι.

ἐχθρὰ ‹δ' ἃ› πλεῖστον ἀπ' ἀλλήλων διέχουσι μάλιστα

γέννηι τε κρήσει τε καὶ εἴδεσιν ἐκμάκτοισι,

πάντηι συγγίνεσθαι ἀήθεα καὶ μάλα λυγρά

Νείκεος ἐννεσίηισιν, ὅτι σφίσι γένναν ἔοργεν.

 

Stob. I, p. 121,14 (Diels-Kranz 31, B 36):

τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο Νεῖκος.

 

Simplic. in Phys., p. 1124,1 sqq. (Diels-Kranz 31, B 29):

Σφaῖρον ἔην . . .

 

Plut., De fac. 926 E; Simplic. in Phys., p. 1183,30 sq. (Diels-Kranz 31, B 27):

ἔνθ' οὔτ' Ἠελίοιο διείδεται ὠκέα γυῖα

οὐδὲ μὲν οὐδ' αἴης λάσιον μένος οὐδὲ θάλασσα·

οὕτως Ἁρμονίης πυκινῶι κρύφωι ἐστήρικται

Σφαῖρος κυκλοτερὴς μονίηι περιηγέι γαίων.

 

Stob. I, p. 144,20 sq. (Diels-Kranz 31, B 28):

ἀλλ' ὅ γε πάντοθεν ἶσος ‹ἔην› καὶ πάμπαν ἀπείρων

Σφαῖρος κυκλοτερὴς μονίηι περιηγέι γαίων.

 

Hippol., Haer. VII 29,13 (Diels-Kranz 31, B 29):

οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται,

οὐ πόδες, οὐ θοὰ γοῦνα, οὐ μήδεα γεννήεντα,

ἀλλὰ σφαῖρος ἔην καὶ ‹πάντοθεν› ἶσος ἑαυτῶι.

 

Plut., Max. cum princ. 777 C (Diels-Kranz 31, B 27a):

οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν.

 

Arist., Met. B 4, 1000b 14 sq. (Diels-Kranz 31, B 30):

αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶμμελέεσσιν ἐθρέφθη

ἐς τιμάς τ' ἀνόρουσε τελειομένοιο χρόνοιο,

ὅς σφιν ἀμοιβαῖος πλατέος παρ' ἐλήλαται ὅρκου...

 

Simplic. in Phys., p. 1184,4 (Diels-Kranz 31, B 31):

πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο.

 

Arist., Gen. corr. B 6, 333b 2 sq. (Diels-Kranz 31, B 37):

αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ' αἰθήρ.

 

Arist., Phys. B 4, 196a 21 sq., Gen. corr. B 6, 334a 3 (Diels-Kranz 31, B 53):

οὕτω γὰρ συνέκυρσε θέων τοτέ, πολλάκι δ' ἄλλως.

 

Herod. Alex., Schem. Hom.

in: Etym. Gud., p. 745 (Diels-Kranz 31, B 51):

καρπαλίμως δ' ἀνόπαιον . . .

 

Arist., Meteor. B 3, 356a 25 (Diels-Kranz 31, B 55):

ἱδρῶτα τῆς γῆς ‹θάλασσαν›

 

Arist., Cael. B 13, 294a 26 sq. (Diels-Kranz 31, B 39):

εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ,

ὡς διὰ πολλῶν δὴ γλώσσης ῥηθέντα ματαίως

ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.

 

Arist., Gen. corr. B 6, 333b 22 sq. (Diels-Kranz 31, B 54):

αἰθήρ ‹δ' αὖ› μακρῆισι κατὰ χθόνα δύετο ῥίζαις.

 

Hephaist., Ench. 1, p. 2,13 (Diels-Kranz 31, B 56):

ἃλς ἐπάγη ῥιπῆισιν ἐωσμένος ἠελίοιο.

 

Prokl. in Tim. II, p. 8,28 (Diels-Kranz 31, B 52):

πολλὰ δ' ἔνερθε οὔδεος πυρὰ καίεται.

 

Clem. Alex., Strom. V 48,3 (Diels-Kranz 31, B 38):

εἰ δ' ἄγε τοι λέξω πρῶθ' ἥλικά τ' ἀρχήν,

ἐξ ὧν δῆλ' ἐγένοντο τὰ νῦν ἐσορῶμεν ἅπαντα,

γαῖά τε καὶ πόντος πολυκύμων ἠδ' ὑγρὸς ἀήρ

Τιτὰν ἠδ' αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα.

 

Plut., De fac. 920 C (Diels-Kranz 31, B 40):

ἥλιος ὀξυβελὴς ἠδ' ἱλάειρα σελήνη.

 

Plut., De Pyth. or. 400 B (Diels-Kranz 31, B 44):

ἀνταυγεῖ πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις.

 

Macrob., Sat. I 17,46 (Diels-Kranz 31, B 41):

ἀλλ' ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει.

 

Plut., Quaest. plat. 1006 F (Diels-Kranz 31, B 48):

νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένοιο φάεσσι.

 

Plut., Quaest. conv. 720 E (Diels-Kranz 31, B 49):

νυκτὸς ἐρημαίης ἀλαώπιδος . . .

 

Anecd. Gr., Bekker I, p. 337,16 (Diels-Kranz 31, B 47):

ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον.

 

Plut., De fac. 929 E (Diels-Kranz 31, B 43):

ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν . . .

 

Plut., De fac. 925 B (Diels-Kranz 31, B 46):

†ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται†

†ἥ τε παρ' ἄκρην† . . .

 

Achilles, Isag. 16, p. 43,6 (Diels-Kranz 31, B 45):

κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς.

 

Plut., De fac. 929 C (Diels-Kranz 31, B 42):

(1) ἀπεστέγασεν δὲ οἱ αὐγάς

(2) ἔστ' ἂν ἴηι καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης

τόσσον ὅσον τ' εὖρος γλαυκώπιδος ἔπλετο μήνης.

 

Tzetzes, Alleg. Iliad. O 84 (Diels-Kranz 31, B 50):

Ἶρις δ' ἐκ πελάγους ἄνεμον φέρει ἢ μέγαν ὄμβρον.

 

Plut., Quaest. conv. 683 E (Diels-Kranz 31, B 149):

ἀέρα . . . νεφεληγερέτην.

 

Arist., Sens. 2, 437b 26 sqq. (Diels-Kranz 31, B 84):

ὡς δ' ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον

χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο

ἅψας, παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς,

οἵ τ' ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων,

(5)

φῶς δ' ἔξω διαθρῶισκον, ὅσον ταναώτερον ἦεν,

λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν·

ὣς δὲ τότ' ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ

λεπτῆισίν ‹τ'› ὀθόνηισι λοχάζετο κύκλοπα κούρην,

‹αἳ› χοάνηισι δίαντα τετρήατο θεσπεσίηισιν·

(10)

αἳ δ' ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφιναέντος, 

πῦρ δ' ἔξω διίεσκον, ὅσον ταναώτερον ἦεν.

 

Simplic. in Cael., p. 529, 21 sq. (Diels-Kranz 31, B 86):

ἐξ ὧν ὄμματ' ἔπηξεν ἀτειρέα δῖ' Ἀφροδίτη.

 

Simplic. in Cael., p. 529, 24 sq. (Diels-Kranz 31, B 87):

γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη.

 

Plut., De am. mult. 95 A (Diels-Kranz 31, B 33):

ώς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε . . .

 

Ps.-Arist., Meteor. Δ 4, 382a 1 sq. (Diels-Kranz 31, B 34):

ἄλφιτον ὕδατι κολλήσας . . .

 

Alex. Aphrod., Quaest. nat. II 23, p. 72, 9 sq. (Diels-Kranz 31, B 91):

οἴνωι . . . μᾶλλον ἐνάρθμιον, αὐτὰρ ἐλαίωι

οὐκ ἐθέλει.

 

Simplic. in Cael., p. 529, 26 sq. (Diels-Kranz 31, B 95):

Κύπριδος ἐν παλάμηισιν ὅτε ξὺμ πρῶτ' ἐφύοντο.

 

Simplic. in Phys., p. 331, 6 sq. (Diels-Kranz 31, B 86):

ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίης.

 

Simplic. in Phys., p. 300, 20 sq. (Diels-Kranz 31, B 85):

ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι

τὼ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης,

τέσσαρα δ' Ἡφαίστοιο· τὰ δ' ὀστέα λευκὰ γένοντο

Ἁρμονίης κόλληισιν ἀρηρότα θεσπεσίηθεν.