BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Πόροι ἢ περὶ προσόδων

 

Κεφάλαιον δʹ

 

___________________________________________________

 

 

 

[1] Τά γε μὴν ἀργύρεια εἰ κατασκευασθείη ὡς δεῖ, πάμπολλα ἂν νομίζω χρήματα ἐξ αὐτῶν καὶ ἄνευ τῶν ἄλλων προσόδων προσιέναι. βούλομαι δὲ καὶ τοῖς μὴ εἰδόσι τὴν τούτων δύναμιν δηλῶσαι· ταύτην γὰρ γνόντες καὶ ὅπως χρῆσθαι δεῖ αὐτοῖς ἄμεινον ἂν βουλεύοισθε. [2] οὐκοῦν ὅτι μὲν πάνυ πάλαι ἐνεργά ἐστι πᾶσι σαφές· οὐδεὶς γοῦν οὐδὲ πειρᾶται λέγειν ἀπὸ ποίου χρόνου ἐπεχειρήθη. οὕτω δὲ πάλαι ὀρυσσομένης τε καὶ ἐκφορουμένης τῆς ἀργυρίτιδος κατανοήσατε τί μέρος οἱ ἐκβεβλημένοι σωροὶ τῶν αὐτοφυῶν τε καὶ ὑπαργύρων λόφων. [3] οὐδὲ μὴν ὁ ἀργυρώδης τόπος εἰς μεῖόν τι συστελλόμενος ἀλλ᾽ ἀεὶ ἐπὶ πλεῖον ἐκτεινόμενος φανερός ἐστιν. ἐν ὧι γε μὴν χρόνωι οἱ πλεῖστοι ἄνθρωποι ἐγένοντο ἐν αὐτοῖς, οὐδεὶς πώποτε ἔργου ἠπόρησεν, ἀλλ᾽ ἀεὶ τὰ ἔργα τῶν ἐργαζομένων περιῆν. [4] καὶ νῦν δὲ οἱ κεκτημένοι ἐν τοῖς μετάλλοις ἀνδράποδα οὐδεὶς τοῦ πλήθους ἀφαιρεῖ, ἀλλ᾽ ἀεὶ προσκτᾶται ὁπόσα ἂν πλεῖστα δύνηται. καὶ γὰρ δὴ ὅταν μὲν ὀλίγοι ὀρύττωσι καὶ ζητῶσιν, ὀλίγα οἶμαι καὶ τὰ χρήματα εὑρίσκεται· ὅταν δὲ πολλοί, πολλαπλασία ἡ ἀργυρῖτις ἀναφαίνεται. [5] ὥστε ἐν μόνωι τούτωι ὧν ἐγὼ οἶδα ἔργων οὐδὲ φθονεῖ οὐδεὶς τοῖς ἐπικατασκευαζομένοις. ἔτι δὲ οἱ μὲν ἀγροὺς κεκτημένοι πάντες ἔχοιεν ἂν εἰπεῖν ὁπόσα ζεύγη ἀρκεῖ εἰς τὸ χωρίον καὶ ὁπόσοι ἐργάται· ἢν δ᾽ ἐπὶ πλεῖον τῶν ἱκανῶν ἐμβάλληι τις, ζημίαν λογίζονται· ἐν δὲ τοῖς ἀργυρείοις ἔργοις πάντας ἀεί φασιν ἐνδεῖσθαι ἐργατῶν. [6] καὶ γὰρ οὐδ᾽ ὥσπερ ὅταν πολλοὶ χαλκοτύποι γένωνται, ἀξίων γενομένων τῶν χαλκευτικῶν ἔργων καταλύονται οἱ χαλκοτύποι, καὶ οἱ σιδηρεῖς γε ὡσαύτως· καὶ ὅταν γε πολὺς σῖτος καὶ οἶνος γένηται, ἀξίων ὄντων τῶν καρπῶν ἀλυσιτελεῖς αἱ γεωργίαι γίγνονται, ὥστε πολλοί, ἀφιέμενοι τοῦ τὴν γῆν ἐργάζεσθαι, ἐπ᾽ ἐμπορίας καὶ καπηλείας καὶ τοκισμοὺς τρέπονται· ἀργυρῖτις δὲ ὅσωι ἂν πλείων φαίνηται καὶ ἀργύριον πλεῖον γίγνηται, τοσούτωι πλείονες ἐπὶ τὸ ἔργον τοῦτο ἔρχονται. [7] καὶ γὰρ δὴ ἔπιπλα μέν, ἐπειδὰν ἱκανά τις κτήσηται τῆι οἰκίαι, οὐ μάλα ἔτι προσωνοῦνται· ἀργύριον δὲ οὐδείς πω οὕτω πολὺ ἐκτήσατο, ὥστε μὴ ἔτι προσδεῖσθαι· ἀλλ᾽ ἤν τισι γένηται παμπληθές, τὸ περιττεῦον κατορύττοντες οὐδὲν ἧττον ἥδονται ἢ χρώμενοι αὐτῶι. [8] καὶ μὴν ὅταν γε εὖ πράττωσιν αἱ πόλεις, ἰσχυρῶς οἱ ἄνθρωποι ἀργυρίου δέονται. οἱ μὲν γὰρ ἄνδρες ἀμφὶ ὅπλα τε καλὰ καὶ ἵππους ἀγαθοὺς [τε] καὶ οἰκίας καὶ κατασκευὰς μεγαλοπρεπεῖς βούλονται δαπανᾶν, αἱ δὲ γυναῖκες εἰς ἐσθῆτα πολυτελῆ καὶ χρυσοῦν κόσμον τρέπονται. [9] ὅταν τε αὖ νοσήσωσιν πόλεις ἢ ἀφορίαις καρπῶν ἢ πολέμωι, ἔτι καὶ πολὺ μᾶλλον ἀργοῦ τῆς γῆς γιγνομένης καὶ εἰς ἐπιτήδεια καὶ εἰς ἐπικούρους νομίσματος δέονται. [10] εἰ δέ τις φήσειε καὶ χρυσίον μηδὲν ἧσσον χρήσιμον εἶναι ἢ ἀργύριον, τοῦτο μὲν οὐκ ἀντιλέγω, ἐκεῖνο μέντοι οἶδα, ὅτι καὶ χρυσίον, ὅταν πολὺ παραφανῆι, αὐτὸ μὲν ἀτιμότερον γίγνεται, τὸ δὲ ἀργύριον τιμιώτερον ποιεῖ. [11] ταῦτα μὲν οὖν ἐδήλωσα τούτου ἕνεκα, ὅπως θαρσοῦντες μὲν ὅτι πλείστους ἀνθρώπους ἐπὶ τὰ ἀργύρεια ἄγωμεν, θαρσοῦντες δὲ κατασκευαζώμεθα ἐν αὐτοῖς, ὡς οὔτε ἐπιλειψούσης ποτὲ ἀργυρίτιδος οὔτε τοῦ ἀργυρίου ἀτίμου ποτὲ ἐσομένου. [12] δοκεῖ δέ μοι καὶ ἡ πόλις προτέρα ἐμοῦ ταῦτ᾽ ἐγνωκέναι· παρέχει γοῦν ἐπὶ ἰσοτελείαι καὶ τῶν ξένων τῶι βουλομένωι ἐργάζεσθαι ἐν τοῖς μετάλλοις.

[13] Ἵνα δὲ καὶ σαφέστερον περὶ τῆς τροφῆς εἴπω, νῦν διηγήσομαι, ὡς κατασκευασθέντα τὰ ἀργύρεια ὠφελιμώτατ᾽ ἂν εἴη τῆι πόλει. αὐτὸς μὲν οὖν ἔγωγε ἀφ᾽ ὧν μέλλω λέγειν οὐδέν τι ἀξιῶ θαυμάζεσθαι ὡς δυσεύρετόν τι ἐξηυρηκώς· τὰ μὲν γὰρ ὧν λέξω καὶ νῦν ἔτι πάντες ὁρῶμεν, τὰ δὲ παροιχόμενα πάντων κατὰ ταὐτὰ αὖ ἀκούομεν. [14] τῆς μέντοι πόλεως πάνυ ἄξιον θαυμάσαι τὸ αἰσθανομένην πολλοὺς πλουτιζομένους ἐξ αὐτῆς ἰδιώτας μὴ μιμεῖσθαι τούτους. πάλαι μὲν γὰρ δήπου οἷς μεμέληκεν ἀκηκόαμεν ὅτι Νικίας ποτὲ ὁ Νικηράτου ἐκτήσατο ἐν τοῖς ἀργυρείοις χιλίους ἀνθρώπους, οὓς ἐκεῖνος Σωσίαι τῶι Θραικὶ ἐξεμίσθωσεν, ἐφ᾽ ὧι ὀβολὸν μὲν ἀτελῆ ἑκάστου τῆς ἡμέρας ἀποδιδόναι, τὸν δ᾽ ἀριθμὸν ἴσους ἀεὶ παρέχειν. [15] ἐγένετο δὲ καὶ Ἱππονίκωι ἑξακόσια ἀνδράποδα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἐκδεδομένα, ἃ προσέφερε μνᾶν ἀτελῆ τῆς ἡμέρας, Φιλημονίδηι δὲ τριακόσια ‹ἃ› ἡμιμναῖον· ἄλλοις δέ γε ὡς οἴομαι δύναμις ἑκάστοις ὑπῆρχεν. [16] ἀτὰρ τί τὰ παλαιὰ δεῖ λέγειν; καὶ γὰρ νῦν πολλοί εἰσιν ἐν τοῖς ἀργυρείοις ἄνθρωποι οὕτως ἐκδεδομένοι. [17] περαινομένων γε μὴν ὧν λέγω τοῦτ᾽ ἂν μόνον καινὸν γένοιτο, εἰ, ὥσπερ οἱ ἰδιῶται κτησάμενοι ἀνδράποδα πρόσοδον ἀέναον κατεσκευασμένοι εἰσίν, οὕτω καὶ ἡ πόλις κτῶιτο δημόσια ἀνδράποδα, ἕως γίγνοιτο τρία ἑκάστωι Ἀθηναίων. [18] εἰ δὲ δυνατὰ λέγομεν, καθ᾽ ἓν ἕκαστον αὐτῶν σκοπῶν ὀ βουλόμενος κρινέτω. οὐκοῦν τιμὴν μὲν ἀνθρώπων εὔδηλον ὅτι μᾶλλον ἂν τὸ δημόσιον δύναιτο ἢ οἱ ἰδιῶται παρασκευάσασθαι. τῆι γε μὴν βουλῆι ῥάιδιον καὶ κηρύξαι ἄγειν τὸν βουλόμενον ἀνδράποδα καὶ τὰ προσαχθέντα πρίασθαι. [19] ἐπειδὰν δὲ ὠνηθῆι, τί ἂν ἧττον μισθοῖτό τις παρὰ τοῦ δημοσίου ἢ παρὰ τῶν ἰδιωτῶν, ἐπὶ τοῖς αὐτοῖς μέλλων ἕξειν; μισθοῦνται γοῦν καὶ τεμένη καὶ ἱερὰ καὶ οἰκίας, καὶ τέλη ὠνοῦνται παρὰ τῆς πόλεως. [20] ὅπως γε μὴν τὰ ὠνηθέντα σώιζηται, τῶι δημοσίωι ἔστι λαμβάνειν ἐγγύους παρὰ τῶν μισθουμένων, ὥσπερ καὶ παρὰ τῶν ὠνουμένων τὰ τέλη. ἀλλὰ μὴν καὶ ἀδικῆσαί γε ῥᾶιον τῶι τέλος πριαμένωι ἢ τῶι ἀνδράποδα μισθουμένωι. [21] ἀργύριον μὲν γὰρ πῶς καὶ φωράσειεν ἄν τις τὸ δημόσιον ἐξαγόμενον, ὁμοίου τοῦ ἰδίου ὄντος αὐτῶι; ἀνδράποδα δὲ σεσημασμένα τῶι δημοσίωι σημάντρωι καὶ προκειμένης ζημίας τῶι τε πωλοῦντι καὶ τῶι ἐξάγοντι, πῶς ἄν τις ταῦτα κλέψειεν; οὐκοῦν μέχρι μὲν τούτου δυνατὸν φανείη ἂν τῆι πόλει εἶναι τὸ ἀνθρώπους καὶ κτήσασθαι καὶ φυλάξαι. [22] εἰ δ᾽ αὖ τις τοῦτ᾽ ἐνθυμεῖται, πῶς, ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ φανοῦνται καὶ οἱ μισθωσόμενοι, ἐκεῖνο κατανοήσας θαρρείτω, ὅτι πολλοὶ μὲν τῶν κατεσκευασμένων προσμισθώσονται τοὺς δημοσίους (πολλὰ γάρ ἐστι τὰ ὑπάρχοντα), πολλοὶ δ᾽ εἰσὶ καὶ αὐτῶν τῶν ἐν τοῖς ἔργοις γηρασκόντων, πολλοὶ δὲ καὶ ἄλλοι καὶ Ἀθηναῖοί τε καὶ ξένοι, οἳ τῶι σώματι μὲν οὔτε βούλοιντ᾽ ἂν οὔτε δύναιντ᾽ ἂν ἐργάζεσθαι, τῆι δὲ γνώμηι ἐπιμελούμενοι ἡδέως ἂν τὰ ἐπιτήδεια πορίζοιντο. [23] ἤν γε μέντοι τὸ πρῶτον συστῆι διακόσια καὶ χίλια ἀνδράποδα, εἰκὸς ἤδη ἀπ᾽ αὐτῆς τῆς προσόδου ἐν ἔτεσι πέντε ἢ ἓξ μὴ μεῖον ἂν τῶν ἑξακισχιλίων γενέσθαι. ἀπό γε μὴν τούτου τοῦ ἀριθμοῦ ἢν ὀβολὸν ἕκαστος ἀτελῆ τῆς ἡμέρας προσφέρηι, ἡ μὲν πρόσοδος ἑξήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ. [24] ἀπὸ δὲ τούτων ἢν εἰς ἄλλα ἀνδράποδα τιθῆται εἴκοσι, τοῖς τετταράκοντα ἤδη ἐξέσται τῆι πόλει χρῆσθαι εἰς ἄλλ᾽ ὅ τι ἂν δέηι. ὅταν δέ γε μύρια ἀναπληρωθῆι, ἑκατὸν τάλαντα ἡ πρόσοδος ἔσται. [25] ὅτι δὲ δέξεται ‹τὰ ἀργύρεια› πολλαπλάσια τούτων, μαρτυρήσαιεν ἄν μοι εἴ τινες ἔτι εἰσὶ τῶν μεμνημένων, ὅσον τὸ τέλος εὕρισκε τῶν ἀνδραπόδων πρὸ τῶν ἐν Δεκελείαι. μαρτυρεῖ δὲ κἀκεῖνο, ὅτι εἰργασμένων ἀνθρώπων ἐν τοῖς ἀργυρείοις ἐν τῶι παντὶ χρόνωι ἀναριθμήτων νῦν οὐδὲν διαφέρει [τὰ ἀργύρεια] ἢ οἷα οἱ πρόγονοι ἡμῶν ὄντα ἐμνημόνευον αὐτά. [26] καὶ τὰ νῦν δὲ γιγνόμενα πάντα μαρτυρεῖ, ὅτι οὐκ ἄν ποτε πλείω ἀνδράποδα ἐκεῖ γένοιτο ἢ ὅσων ἂν τὰ ἔργα δέηται. οὔτε γὰρ βάθους πέρας οὔτε ὑπονόμων οἱ ὀρύσσοντες εὑρίσκουσι. [27] καὶ μὴν καινοτομεῖν γε οὐδὲν ἧττον ἔξεστι νῦν ἤ πρότερον. οὐ τοίνυν οὐδ᾽ εἰπεῖν ἂν ἔχοι εἰδὼς οὐδείς, πότερον ἐν τοῖς κατατετμημένοις πλείων ἀργυρῖτις ἢ ἐν τοῖς ἀτμήτοις ἐστί. [28] τί δῆτα, φαίη ἄν τις, οὐ καὶ νῦν, ὥσπερ ἔμπροσθεν, πολλοὶ καινοτομοῦσιν; ὅτι πενέστεροι μὲν νῦν εἰσιν οἱ περὶ τὰ μέταλλα (νεωστὶ γὰρ πάλιν κατασκευάζονται), κίνδυνος δὲ μέγας τῶι καινοτομοῦντι. [29] ὁ μὲν γὰρ εὑρὼν ἀγαθὴν ἐργασίαν πλούσιος γίγνεται· ὁ δὲ μὴ εὑρὼν πάντα ἀπόλλυσιν ὅσα ἂν δαπανήσηι. εἰς τοῦτον οὖν τὸν κίνδυνον οὐ μάλα πως ἐθέλουσιν οἱ νῦν ἰέναι. [30] ἐγὼ μέντοι ἔχειν μοι δοκῶ καὶ περὶ τούτου συμβουλεῦσαι ὡς ἂν ἀσφαλέστατα καινοτομοῖτο. εἰσὶ μὲν γὰρ δήπου Ἀθηναίων δέκα φυλαί· εἰ δ᾽ ἡ πόλις δοίη ἑκάστηι αὐτῶν ἴσα ἀνδράποδα, αἱ δὲ κοινωσάμεναι τὴν τύχην καινοτομοῖεν, οὕτως ἄν, εἰ μία εὕροι, [31] πάσαις ἂν λυσιτελὲς ἀποδείξειεν, εἰ δὲ δύο ἢ τρεῖς ἢ τέτταρες ἢ αἱ ἡμίσειαι εὕροιεν, δῆλον ὅτι ‹ἔτι› λυσιτελέστερα ἂν τὰ ἔργα ταῦτα γίγνοιτο. τό γε μὴν πάσας ἀποτυχεῖν οὐδενὶ τῶν παρεληλυθότων ἐοικός. [32] οἷόν τε δὴ οὕτως καὶ ἰδιώτας συνισταμένους καὶ κοινουμένους τὴν τύχην ἀσφαλέστερον κινδυνεύειν. μηδὲ μέντοι τοῦτο φοβεῖσθε, ὡς ἢ τὸ δημόσιον οὕτω κατασκευαζόμενον παραλυπήσει τοὺς ἰδιώτας ἢ οἱ ἰδιῶται τὸ δημόσιον· ἀλλ᾽ ὥσπερ σύμμαχοι, ὅσωι ἂν πλείους συνιῶσιν, ἰσχυροτέρους ἀλλήλους ποιοῦσιν, οὕτω καὶ ἐν τοῖς ἀγρυρείοις ὅσωιπερ ἂν πλείους ἐργάζωνται, τόσωι πλείω τἀγαθὰ εὑρήσουσί τε καὶ ἐκφορήσουσι.

[33] Καὶ ἐμοὶ μὲν δὴ εἴρηται ὡς ἂν ἡγοῦμαι κατασκευασθείσης τῆς πόλεως ἱκανὴν ἂν πᾶσιν Ἀθηναίοις τροφὴν ἀπὸ κοινοῦ γενέσθαι. [34] εἰ δέ τινες λογιζόμενοι παμπόλλης ἂν δεῖν ἀφορμῆς εἰς ταῦτα πάντα οὐχ ἡγοῦνται ἱκανὰ ἄν ποτε χρήματα εἰσενεχθῆναι, μηδὲ οὕτως ἀθυμούντων. [35] οὐ γὰρ οὕτως ἔχει, ὡς ἀνάγκηι ἅμα ταῦτα πάντα γίγνεσθαι ἢ μηδὲν ὄφελος αὐτῶν εἶναι· ἀλλ᾽ ὁπόσα ἂν ἢ οἰκοδομηθῆι ἢ ναυπηγηθῆι ἢ ἀνδράποδα ὠνηθῆι, εὐθὺς ταῦτα ἐν ὠφελείαι ἔσται. [36] ἀλλὰ μὴν καὶ τῆιδέ γε συμφορώτερον τὸ κατὰ μέρος ἢ τὸ ἅμα πάντα πράττεσθαι. οἰκοδομοῦντές τε γὰρ ἁθρόως πολυτελέστερον ἂν καὶ κάκιον ἢ κατὰ μέρος ἀποτελοῖμεν· ἀνδράποδα δὲ παμπληθῆ ζητοῦντες ἀναγκαζοίμεθ᾽ ἂν καὶ χείρω καὶ τιμιώτερα ὠνεῖσθαι. [37] κατά γε μὴν τὸ δυνατὸν περαίνοντες τὰ μὲν καλῶς γνωσθέντα καὶ αὖθις ἂν ψηφιζοίμεθα· [38] εἰ δέ τι ἁμαρτηθείη, ἀπεχοίμεθ᾽ ἂν αὐτοῦ. ἔτι δὲ πάντων ἅμα γιγνομένων ἡμᾶς ἂν ἅπαντα δέοι ἐκπορίζεσθαι· εἰ δὲ τὰ μὲν περαίνοιτο, τὰ δὲ μέλλοι, ἡ ὑπάρξασα πρόσοδος τὸ ἐπιτήδειον συγκατασκευάζοι ἄν. [39] ὃ δὲ ἴσως φοβερώτατον δοκεῖ πᾶσιν εἶναι, μή, εἰ ἄγαν πολλὰ κτήσαιτο ἡ πόλις ἀνδράποδα, ὑπεργεμισθείη ἂν τὰ ἔργα, καὶ τούτου τοῦ φόβου ἀπηλλαγμένοι ἂν εἴημεν, εἰ μὴ πλείονας ἀνθρώπους ἢ ὅσους αὐτὰ τὰ ἕργα προσαιτοίη κατ᾽ ἐνιαυτὸν ἐμβάλλοιμεν. [40] οὕτως ἔμοιγε δοκεῖ, ἧιπερ ῥᾶιστον, ταύτηι καὶ ἄριστον εἶναι ταῦτα πράσσειν. εἰ δ᾽ αὖ διὰ τὰς ἐν τῶι νῦν πολέμωι γεγενημένας εἰσφορὰς νομίζετ᾽ ἂν μηδ᾽ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δέ, ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα εὕρισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν· ὅσα δ᾽ ἂν ἐφευρίσκηι διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ διὰ τὸ πλειόνων συναγειρομένων ἀνθρώπων πλείω εἰσάγεσθαι καὶ ἐξάγεσθαι καὶ διὰ τὸ ‹τὰ› ἐλλιμένια καὶ τὰς ἀγορὰς αὐξάνεσθαι, ταῦτα λαμβάνοντες κατασκευάζεσθε ὡς ἂν πλεῖσται πρόσοδοι γίγνοιντο. [41] εἰ δέ τινες αὖ φοβοῦνται, μὴ ματαία ἂν γένοιτο αὕτη ἡ κατασκευή, εἰ πόλεμος ἐγερθείη, ἐννοησάτωσαν ὅτι τούτων γιγνομένων πολὺ φοβερώτερος ὁ πόλεμος τοῖς ἐπιφέρουσιν ἢ τῆι πόλει. [42] τί γὰρ δὴ εἰς πόλεμον κτῆμα χρησιμώτερον ἀνθρώπων; πολλὰς μὲν γὰρ ναῦς πληροῦν ἱκανοὶ ἂν εἴημεν δημοσίαι· πολλοὶ δ᾽ ἂν καὶ πεζοὶ δημοσίαι δύναιντ᾽ ἂν βαρεῖς εἶναι τοῖς πολεμίοις, εἴ τις αὐτοὺς θεραπεύοι.

[43] Λογίζομαι δ᾽ ἔγωγε καὶ πολέμου γιγνομένου οἷόν τ᾽ εἶναι μὴ ἐκλείπεσθαι τὰ ἀργύρεια. ἔστι μὲν γὰρ δήπου περί τὰ μέταλλα ἐν τῆι πρὸς μεσημβρίαν θαλάσσηι τεῖχος ἐν Ἀναφλύστωι, ἔστι δ᾽ ἐν τῆι πρὸς ἄρκτον τεῖχος ἐν Θορικῶι· ἀπέχει δὲ ταῦτα ἀπ᾽ ἀλλήλων ἀμφὶ τὰ ἑξήκοντα στάδια. [44] εἰ οὖν καὶ ἐν μέσωι τούτων γένοιτο ἐπὶ τῶι ὑψηλοτάτωι Βήσης τρίτον ἔρυμα, †συνήκοι τ᾽ ἂν τὰ ἔργα εἰς ἓν ἐξ ἁπάντων τῶν τειχῶν, καὶ εἴ τι αἰσθάνοιτο πολεμικόν, βραχὺ ἂν εἴη ἑκάστωι εἰς τὸ ἀσφαλὲς ἀποχωρῆσαι. [45] εἰ δὲ καὶ ἔλθοιεν πλείους οἱ πολέμιοι, δῆλον ὅτι, εἰ μὲν σῖτον ἢ οἶνον ἢ πρόβατα ἔξω εὕροιεν, ἀφέλοιντ᾽ ἂν ταῦτα· ἀργυρίτιδος δὲ κρατήσαντες τί ἂν μᾶλλον ἢ λίθοις ἔχοιεν χρῆσθαι; [46] πῶς δὲ καὶ ὁρμήσειαν ‹ἄν› ποτε πολέμιοι πρὸς τὰ μέταλλα; ἀπέχει μὲν γὰρ δήπου τῶν ἀργυρείων ‹ἡ› ἐγγύτατα πόλις Μέγαρα πολὺ πλεῖον τῶν πεντακοσίων σταδίων· ἀπέχει δὲ ἡ μετὰ ταῦτα πλησιαίτατα Θῆβαι πολὺ πλεῖον τῶν ἑξακοσίων. [47] ἢν οὖν πορεύωνται ἐντεῦθέν ποθεν ἐπὶ τὰ ἀργύρεια, παριέναι αὐτοὺς δεήσει τὴν πόλιν· κἂν μὲν ὦσιν ὀλίγοι, εἰκὸς αὐτοὺς ἀπόλλυσθαι καὶ ὑπὸ ἱππέων καὶ ὑπὸ περιπόλων. πολλῆι γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν· πολὺ γὰρ ἐγγύτερον ἂν εἴη ταῖς πόλεσιν αὐτῶν τὸ τῶν Ἀθηναίων ἄστυ ἢ αὐτοὶ [οἱ] πρὸς τοῖς μετάλλοις ὄντες. [48] εἰ δὲ καὶ ἔλθοιεν, πῶς ἂν καὶ δύναιντο μένειν μὴ ἔχοντες τὰ ἐπιτήδεια; ἐπισιτίζεσθαί γε μὴν μέρει μὲν κίνδυνος καὶ περὶ τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται· πάντες δὲ ἀεὶ μετιόντες πολιορκοῖντ᾽ ἂν μᾶλλον ἢ πολιορκοῖεν.

[49] Οὐ τοίνυν μόνον ἡ ἀπὸ τῶν ἀνδραπόδων ἀποφορὰ τὴν διατροφὴν τῆι πόλει αὔξοι ἄν, ἀλλὰ πολυανθρωπίας περὶ τὰ μέταλλα ἁθροιζομένης καὶ ἀπ᾽ ἀγορᾶς τῆς ἐκεῖ καὶ ἀπ᾽ οἰκιῶν περὶ τἀργύρεια δημοσίων καὶ ἀπὸ καμίνων καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων πρόσοδοι ἂν πολλαὶ γίγνοιντο. [50] ἰσχυρῶς γὰρ ‹ἄν› καὶ αὐτὴ πολυάνθρωπος γένοιτο πόλις, εἰ οὕτω κατασκευασθείη· καὶ οἵ γε χῶροι οὐδὲν ἂν εἶεν μείονος ἄξιοι τοῖς κεκτημένοις ἐνταῦθα ἢ τοῖς περὶ τὸ ἄστυ. [51] πραχθέντων γε μὴν ὧν εἴρηκα ξύμφημὶ ἐγὼ οὐ μόνον ἂν χρήμασιν εὐπορωτέραν τὴν πόλιν εἶναι, ἀλλὰ καὶ εὐπειθεστέραν καὶ εὐτακτοτέραν καὶ εὐπολεμωτέραν γενέσθαι. [52] οἵ τε γὰρ ταχθέντες γυμνάζεσθαι πολὺ ἂν ἐπιμελέστερον τοῦτο πράττοιεν ἐν τοῖς γυμνασίοις τὴν τροφὴν ἀπολαμβάνοντες πλείω ἢ ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι, οἵ τε φρουρεῖν ἐν τοῖς φρουρίοις, οἵ τε πελτάζειν καὶ περιπολεῖν τὴν χώραν, πάντα ταῦτα μᾶλλον ἂν πράττοιεν, ἐφ᾽ ἑκάστοις τῶν ἔργων τῆς τροφῆς ἀποδιδομένης.