Xenophon
ca. 430 - ca. 355
Πόροι ἢ περὶ προσόδων
Κεφάλαιον γʹ
|
|
___________________________________________________
|
|
[1] Ὥς γε μὴν καὶ ἐμπορεύεσθαι ἡδίστη τε καὶ κερδαλεωτάτη ἡ πόλις, νῦν ταῦτα λέξω. πρῶτον μὲν γὰρ δήπου ναυσὶ καλλίστας καὶ ἀσφαλεστάτας ὑποδοχὰς ἔχει, ὅπου γ᾽ ἔστιν εἰσορμισθέντας ἀδεῶς ἕνεκα χειμῶνος ἀναπαύεσθαι. [2] ἀλλὰ μὴν καὶ τοῖς ἐμπόροις ἐν μὲν ταῖς πλείσταις τῶν πόλεων ἀντιφορτίζεσθαί τι ἀνάγκη· νομίσμασι γὰρ οὐ χρησίμοις ἔξω χρῶνται· ἐν δὲ ταῖς Ἀθήναις πλεῖστα μὲν ἔστιν ἀντεξάγειν, ὧν ἂν δέωνται ἄνθρωποι· ἢν δὲ μὴ βούλωνται ἀντιφορτίζεσθαι, καὶ [οἱ] ἀργύριον ἐξάγοντες καλὴν ἐμπορίαν ἐξάγουσιν· ὅπου γὰρ ἂν πωλῶσιν αὐτό, πανταχοῦ πλεῖον τοῦ ἀρχαίου λαμβάνουσιν. [3] εἰ δὲ καὶ τῆι τοῦ ἐμπορίου ἀρχῆι ἆθλα προτιθείη τις, ὅστις δικαιότατα καὶ τάχιστα διαιροίη τὰ ἀμφίλογα, ὡς μὴ ἀποκωλύεσθαι ἀποπλεῖν τὸν βουλόμενον, πολὺ ἂν καὶ διὰ ταῦτα πλείους τε καὶ ἥδιον ἐμπορεύοιντο. [4] ἀγαθὸν δὲ καὶ καλὸν καὶ προεδρίαις τιμᾶσθαι ἐμπόρους καὶ ναυκλήρους, καὶ ἐπὶ ξένιά γ᾽ ἔστιν ὅτε καλεῖσθαι, οἳ ἂν δοκῶσιν ἀξιολόγοις καὶ πλοίοις καὶ ἐμπορεύμασιν ὠφελεῖν τὴν πόλιν. ταῦτα γὰρ τιμώμενοι οὐ μόνον τοῦ κέρδους, ἀλλὰ καὶ τῆς τιμῆς ἕνεκεν ὡς πρὸς φίλους ἐπισπεύδοιεν ἄν. [5] ὅσωι γε μὴν πλείονες εἰσοικίζοιντό τε καὶ ἀφικνοῖντο, δῆλον ὅτι τοσούτωι ἂν πλεῖον καὶ εἰσάγοιτο καὶ ἐξάγοιτο καὶ ἐμπολῶιτο καὶ πωλοῖτο καὶ μισθοφοροῖτο καὶ τελεσφοροῖτο.[6] Εἰς μὲν οὖν τὰς τοιαύτας αὐξήσεις τῶν προσόδων οὐδὲ προδαπανῆσαι δεῖ οὐδὲν ἀλλ᾽ ἢ ψηφίσματά τε φιλάνθρωπα καὶ ἐπιμελείας. ὅσαι δ᾽ ἂν ἄλλαι δοκοῦσί μοι πρόσοδοι γίγνεσθαι, γιγνώσκω ὅτι ἀφορμῆς δεήσει εἰς αὐτάς. [7] οὐ μέντοι δύσελπίς εἰμι τὸ μὴ οὐχὶ προθύμως ἂν τοὺς πολίτας εἰς τὰ τοιαῦτα εἰσφέρειν, ἐνθυμούμενος ὡς πολλὰ μὲν εἰσήνεγκεν ἡ πόλις, ὅτε Ἀρκάσιν ἐβοήθει ἐπὶ Λυσιστράτου ἡγουμένου, πολλὰ δὲ ἐπὶ Ἡγησίλεω· [8] ἐπίσταμαι δὲ καὶ τριήρεις πολλάκις ἐκπεμπομένας σὺν πολλῆι δαπάνηι, καὶ ταῦτα γενόμενα, τούτου μὲν ἀδήλου ὄντος εἴτε βέλτιον εἴτε κάκιον ἔσται, ἐκείνου δὲ δήλου ὅτι οὐδέποτε ἀπολήψονται ἃ ἂν εἰσενέγκωσιν οὐδὲ μεθέξουσιν ὧν ἂν εἰσενέγκωσι. [9] κτῆσιν δὲ ἀπ᾽ οὐδενὸς ἂν οὕτω καλὴν κτήσαιντο ὥσπερ ἀφ᾽ οὗ ἂν προτελέσωσιν εἰς τὴν ἀφορμήν· ὧι μὲν γὰρ ἂν δέκα μναῖ εἰσφορὰ γένηται, ὥσπερ ναυτικόν σχεδὸν ἐπίπεμπτον αὐτῶι γίγνεται, τριώβολον τῆς ἡμέρας λαμβάνοντι· ὧι δέ γ᾽ ἂν πέντε μναῖ, πλεῖον ἢ ἐπίτριτον. [10] οἱ δέ γε πλεῖστοι Ἀθηναίων πλείονα λήψονται κατ᾽ ἐνιαυτὸν ἢ ὅσα ἂν εἰσενέγκωσιν. οἱ γὰρ μνᾶν προτελέσαντες ἐγγὺς δυοῖν μναῖν πρόσοδον ἕξουσι, καὶ ταῦτα ἐν πόλει, ὃ δοκεῖ τῶν ἀνθρωπίνων ἀσφαλέστατόν τε καὶ πολυχρονιώτατον εἶναι. [11] οἶμαι δὲ ἔγωγε, εἰ μέλλοιεν ἀναγραφήσεσθαι εὐεργέται εἰς τὸν ἅπαντα χρόνον, καὶ ξένους ἂν πολλοὺς εἰσενεγκεῖν, ἔστι δ᾽ ἃς ἂν καὶ πόλεις τῆς ἀναγραφῆς ὀρεγομένας. ἐλπίζω δὲ καὶ βασιλέας ἄν τινας καὶ τυράννους καὶ σατράπας ἐπιθυμῆσαι μετασχεῖν ταύτης τῆς χάριτος.[12] Ὁπότε γε μὴν ἀφορμὴ ὑπάρχοι, καλὸν μὲν καὶ ἀγαθὸν ναυκλήροις οἰκοδομεῖν καταγώγια περὶ λιμένας πρὸς τοῖς ὑπάρχουσι, καλὸν δὲ καὶ ἐμπόροις ἐπὶ προσήκοντας τόπους ὠνῆι τε καὶ πράσει, καὶ τοῖς εἰσαφικνουμένοις δὲ δημόσια καταγώγια. [13] εἰ δὲ καὶ τοῖς ἀγοραίοις οἰκήσεις τε καὶ πωλητήρια κατασκευασθείη καὶ ἐν Πειραιεῖ καὶ ἐν τῶι ἄστει, ἅμα τ᾽ ἂν κόσμος εἴη τῆι πόλει καὶ πολλαὶ ἂν ἀπὸ τούτων πρόσοδοι γίγνοιντο. [14] ἀγαθὸν δέ μοι δοκεῖ εἶναι πειραθῆναι, εἰ καί, ὥσπερ τριήρεις δημοσίας ἡ πόλις κέκτηται, οὕτω καὶ ὁλκάδας δημοσίας δυνατὸν ἂν γένοιτο κτήσασθαι καὶ ταύτας ἐκμισθοῦν ἐπ᾽ ἐγγυητῶν, ὥσπερ καὶ τἄλλα δημόσια. εἰ γὰρ καὶ τοῦτο οἷόν τε ὂν φανείη, πολλὴ ἂν καὶ ἀπὸ τούτων πρόσοδος γίγνοιτο. |