Xenophon
ca. 430 - ca. 355
|
|
___________________________________________________
|
|
[1] Περί γε μὴν τῆς εἰς χρήματα δικαιοσύνης ποῖα ἄν τις μείζω τεκμήρια ἔχοι τῶνδε; ὑπὸ γὰρ Ἀγησιλάου στέρεσθαι μὲν οὐδεὶς οὐδὲν πώποτε ἐνεκάλεσεν, εὖ δὲ πεπονθέναι πολλοὶ πολλὰ ὡμολόγουν. ὅτωι δὲ ἡδὺ τὰ αὑτοῦ διδόναι ἐπ᾽ ὠφελείαι ἀνθρώπων, πῶς <ἂν> οὗτος ἐθέλοι τὰ ἀλλότρια ἀποστερεῖν ἐφ᾽ ὧι κακόδοξος εἶναι; εἰ γὰρ χρημάτων ἐπιθυμοίη, πολὺ ἀπραγμονέστερον τὰ αὑτοῦ φυλάττειν ἢ τὰ μὴ προσήκοντα λαμβάνειν. [2] ὃς δὲ δὴ καὶ χάριτας ἀποστερεῖν μὴ ἐθέλοι, ὧν οὐκ εἰσὶ δίκαι πρὸς τὸν μὴ ἀποδιδόντα, πῶς ἅ γε καὶ νόμος κωλύει ἐθέλοι ἂν ἀποστερεῖν; Ἀγησίλαος δὲ οὐ μόνον τὸ μὴ ἀποδιδόναι χάριτας ἄδικον ἔκρινεν, ἀλλὰ καὶ τὸ μὴ πολὺ μείζους τὸν μείζω δυνάμενον. [3] τά γε μὴν τῆς πόλεως κλέπτειν πῆι ἄν τις αὐτὸν εἰκότως αἰτιάσαιτο, ὃς καὶ τὰς αὐτῶι χάριτας ὀφειλομένας τῆι πατρίδι καρποῦσθαι παρεδίδου; τὸ δ᾽, ὁπότε βούλοιτο εὖ ποιεῖν ἢ πόλιν ἢ φίλους χρήμασι, δύνασθαι παρ᾽ ἑτέρων λαμβάνοντα ὠφελεῖν, οὐ καὶ τοῦτο μέγα τεκμήριον ἐγκρατείας χρημάτων; [4] εἰ γὰρ ἐπώλει τὰς χάριτας ἢ μισθοῦ εὐεργέτει, οὐδεὶς ἂν οὐδὲν ὀφείλειν αὐτῶι ἐνόμισεν· ἀλλ᾽ οἱ προῖκα εὖ πεπονθότες, οὗτοι ἀεὶ ἡδέως ὑπηρετοῦσι τῶι εὐεργέτηι, καὶ διότι εὖ ἔπαθον καὶ διότι προεπιστεύθησαν ἄξιοι εἶναι παρακαταθήκην χάριτος φυλάττειν. [5] ὅστις δ᾽ ἡιρεῖτο καὶ σὺν τῶι γενναίωι μειονεκτεῖν ἢ σὺν τῶι ἀδίκωι πλέον ἔχειν, πῶς οὗτος οὐκ ἂν πολὺ τὴν αἰσχροκέρδειαν ἀποφεύγοι; ἐκεῖνος τοίνυν κριθεὶς ὑπὸ τῆς πόλεως ἅπαντα ἔχειν τὰ Ἄγιδος τὰ ἡμίσεα τοῖς ἀπὸ μητρὸς αὐτῶι ὁμογόνοις μετέδωκεν, ὅτι πενομένους αὐτοὺς ἑώρα. ὡς δὲ ταῦτα ἀληθῆ πᾶσα μάρτυς ἡ τῶν Λακεδαιμονίων πόλις. [6] διδόντος δ᾽ αὐτῶι πάμπολλα δῶρα Τιθραύστου, εἰ ἀπέλθοι ἐκ τῆς χώρας, ἀπεκρίνατο ὁ Ἀγησίλαος· Ὦ Τιθραύστα, νομίζεται παρ᾽ ἡμῖν τῶι ἄρχοντι κάλλιον εἶναι τὴν στρατιὰν ἢ ἑαυτὸν πλουτίζειν, καὶ παρὰ τῶν πολεμίων λάφυρα μᾶλλον πειρᾶσθαι ἢ δῶρα λαμβάνειν. |