Xenophon
ca. 430 - ca. 355
|
|
___________________________________________________
|
|
[1] Καὶ ταῦτα μὲν δὴ εἴρηται ὅσα τῶν ἐκείνου ἔργων μετὰ πλείστων μαρτύρων ἐπράχθη. τὰ γὰρ τοιαῦτα οὐ τεκμηρίων προσδεῖται, ἀλλ᾽ ἀναμνῆσαι μόνον ἀρκεῖ καὶ εὐθὺς πιστεύεται. νῦν δὲ τὴν ἐν τῆι ψυχῆι αὐτοῦ ἀρετὴν πειράσομαι δηλοῦν, δι᾽ ἣν ταῦτα ἔπραττε καὶ πάντων τῶν καλῶν ἤρα καὶ πάντα <τὰ> αἰσχρὰ ἐξεδίωκεν. [2] Ἀγησίλαος γὰρ τὰ μὲν θεῖα οὕτως ἐσέβετο ὡς καὶ οἱ πολέμιοι τοὺς ἐκείνου ὅρκους καὶ τὰς ἐκείνου σπονδὰς πιστοτέρας ἐνόμιζον ἢ τὴν ἑαυτῶν φιλίαν· ... μὲν ὤκνουν εἰς ταὐτὸν ἰέναι, Ἀγησιλάωι δὲ αὑτοὺς ἐνεχείριζον. ὅπως δὲ μή τις ἀπιστῆι, καὶ ὀνομάσαι βούλομαι τοὺς ἐπιφανεστάτους αὐτῶν. [3] Σπιθριδάτης μέν γε ὁ Πέρσης εἰδὼς ὅτι Φαρνάβαζος γῆμαι μὲν τὴν βασιλέως ἔπραττε θυγατέρα, τὴν δ᾽ αὐτοῦ ἄνευ γάμου λαβεῖν ἐβούλετο, ὕβριν νομίσας τοῦτο Ἀγησιλάωι ἑαυτὸν καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τὴν δύναμιν ἐνεχείρισε. [4] Κότυς δὲ ὁ τῶν Παφλαγόνων ἄρχων βασιλεῖ μὲν οὐχ ὑπήκουσε δεξιὰν πέμποντι, φοβούμενος μὴ ληφθεὶς ἢ χρήματα πολλὰ ἀποτείσειεν ἢ καὶ ἀποθάνοι, Ἀγησιλάου δὲ καὶ οὗτος ταὶς σπονδαῖς πιστεύσας εἰς τὸ στρατόπεδόν τε ἦλθε καὶ συμμαχίαν ποιησάμενος εἵλετο σὺν Ἀγησιλάωι στρατεύεσθαι, χιλίους μὲν ἱππέας, δισχιλίους δὲ πελτοφόρους ἔχων. [5] ἀφίκετο δὲ καὶ Φαρνάβαζος Ἀγησιλάωι εἰς λόγους καὶ διωμολόγησεν, εἰ μὴ αὐτὸς πάσης τῆς στρατιᾶς στρατηγὸς κατασταθείη, ἀποστήσεσθαι βασιλέως· ἢν μέντοι ἐγὼ γένωμαι στρατηγός, ἔφη, πολεμήσω σοι, ὦ Ἀγησίλαε, ὡς ἂν ἐγὼ δύνωμαι κράτιστα. καὶ ταῦτα λέγων ἐπίστευε μηδὲν ἂν παράσπονδον παθεῖν. οὕτω μέγα καὶ καλὸν κτῆμα τοῖς τε ἄλλοις ἅπασι καὶ ἀνδρὶ δὴ στρατηγῶι τὸ ὅσιόν τε καὶ πιστὸν εἶναί τε καὶ ὄντα ἐγνῶσθαι. καὶ περὶ μὲν εὐσεβείας ταῦτα. |