<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ ρ ε σ κ ε ί α ς   ε’

________________________________________
 
 
 
(1) Ἡ δὲ ἀρέσκειά ἐστι μέν, ὡς ὅρωι περιλαβεῖν, ἔντευξις οὐκ ἐπὶ τῶι βελτίστωι ἡδονῆς παρασκευαστική, ὁ δὲ ἄρεσκος ἀμέλει τοιοῦτός τις, 

(2) οἷος πόρρωθεν προσαγορεύσας καὶ ἄνδρα κράτιστον εἰπὼν καὶ θαυμάσας ἱκανῶς, ἀμφοτέραις ταῖς χερσὶ λαβόμενος μὴ ἀφιέναι καὶ μικρὸν ἔτι προπέμψας καὶ ἐρωτήσας, πότε αὐτὸν ὄψεται, ἐπαινῶν ἀπαλλάττεσθαι.

(3) καὶ παρακληθεὶς δὲ πρὸς δίαιταν μὴ μόνον ὧι πάρεστι βούλεσθαι ἀρέσκειν, ἀλλὰ καὶ τῶι ἀντιδίκωι, ἵνα κοινός τις εἶναι δοκῆι. 

(4) καὶ τοὺς ξένους δὲ εἰπεῖν ὡς δικαιότερα λέγουσι τῶν πολιτῶν. 

(5) καὶ κεκλημένος δὲ ἐπὶ δεῖπνον κελεῦσαι καλέσαι τὰ παιδία τὸν ἑστιῶντα, καὶ εἰσιόντα φῆσαι σύκου ὁμοιότερα εἶναι τῶι πατρί, καὶ προσαγόμενος φιλῆσαι καὶ παρ' αὑτὸν καθίστασθαι, καὶ τοῖς μὲν συμπαίζειν αὐτὸς λέγων· Ἀσκός, πέλεκυς, τὰ δὲ ἐπὶ τῆς γαστρὸς ἐᾶν καθεύδειν ἅμα θλιβόμενος. 

(6) καὶ πλειστάκις δὲ ἀποκείρασθαι καὶ τοὺς ὀδόντας λευκοὺς ἔχειν καὶ τὰ ἱμάτια δὲ χρηστὰ μεταβάλλεσθαι καὶ χρίσματι ἀλείφεσθαι. 

(7) καὶ τῆς μὲν ἀγορᾶς πρὸς τὰς τραπέζας προσφοιτᾶν, τῶν δὲ γυμνασίων ἐν τούτοις διατρίβειν, οὗ ἂν οἱ ἔφηβοι γυμνάζωνται, τοῦ δὲ θεάτρου καθῆσθαι, ὅταν ἦι ἡ θέα, πλησίον τῶν στρατηγῶν. 

(8) καὶ ἀγοράζειν αὑτῶι μὲν μηδέν, ξένοις δ' ἐ‹λάας› εἰς Βυζάντιον καὶ Λακωνικὰς κύνας εἰς Κύζικον καὶ μέλι Ὑμήττιον εἰς Ῥόδον, καὶ ταῦτα ποιῶν τοῖς ἐν τῆι πόλει διηγεῖσθαι. 

(9) ἀμέλει δὲ καὶ πίθηκον θρέψαι δεινὸς καὶ τίτυρον κτήσασθαι καὶ Σικελικὰς περιστερὰς καὶ δορκαδείους ἀστραγάλους καὶ Θουριακὰς τῶν στρογγύλων ληκύθους καὶ βακτηρίας τῶν σκολιῶν ἐκ Λακεδαίμονος καὶ αὐλαίαν Πέρσας ἐνυφασμένην καὶ παλαιστρίδιον κόνιν ἔχον καὶ σφαιριστήριον.

(10) καὶ τοῦτο περιὼν χρηννύναι τοῖς φιλοσόφοις, τοῖς σοφισταῖς, τοῖς ὁπλομάχοις, τοῖς ἁρμονικοῖς ἐνεπιδείκνυσθαι· καὶ αὐτὸς ἐν ταῖς ἐπιδείξεσιν ὕστερον ἐπεισιέναι συγκαθημένων, ἵν' εἴπηι τις τῶν θεωμένων, ὅτι τούτου ἐστὶν ἡ παλαίστρα.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>