<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ γ ρ ο ι κ ί α ς   δ ’

________________________________________
 
 
 
(1) Ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ ἄγροικος τοιοῦτός τις, 

(2) οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι. 

(3) καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον ὄζειν. 

(4) καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν. 

() καὶ μεγάληι τῆι φωνῆι λαλεῖν. 

(6) καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων, καὶ τοῖς παρ' αὐτῶι ἐργαζομένοις μισθωτοῖς ἐν ἀγρῶι πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι. 

(7) καὶ ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ αὐτοῦ φαίνεσθαι. 

(8) καὶ ἐπ' ἄλλωι μὲν μηδενὶ ‹μήτε ἐφίστασθαι› μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδηι βοῦν ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν. 

(9) καὶ προαιρῶν δέ τι ἐκ τοῦ ταμιείου δεινὸς φαγεῖν, καὶ ζωρότερον πιεῖν. 

(10) καὶ τὴν σιτοποιὸν πειρῶν λαθεῖν, κἆιτ' ἀλέσαι μετ' αὐτῆς τοῖς ἔνδον πᾶσι καὶ αὑτῶι τὰ ἐπιτήδεια. 

(11) καὶ ἀριστῶν δὲ ἅμα τοῖς ὑποζυγίοις ἐμβαλεῖν. 

(12) καὶ τὴν θύραν ὑπακοῦσαι αὐτός, καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν· Οὗτος φυλάττει τὸ χωρίον καὶ τὴν οἰκίαν. 

(13) καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν, λίαν γὰρ λεπρὸν εἶναι, καὶ ἕτερον ἅμα ἀλλάττεσθαι.

(14) καὶ εἰ τὸ ἄροτρον ἔχρησεν ἢ κόφινον ἢ δρέπανον ἢ θύλακον, ‹ἀπαιτῆσαι› ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνησκόμενος. 

(15) καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον [ὁ ἀγὼν] νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς ἀποκείρασθαι καὶ ἐν βαλανείωι δὲ ἆισαι καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσαι καὶ τῆς αὐτῆς ὁδοῦ παριὼν κομίσασθαι παρ' Ἀρχίου τοῦ ταρίχους. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>