BIBLIOTHECA AUGUSTANA

 

Platon

427 - 347 a. Chr. n.

 

Παρμενίδης

ἢ περὶ ἰδεῶν· λογικός

 

161c - 166c

 

___________________________________________________

 

 

 

[161c] δεῖ ἄρα ὁμοιότητα τῶι ἑνὶ αὐτοῦ ἑαυτῶι εἶναι. 

δεῖ. 

καὶ μὴν οὐδ᾽ αὖ ἴσον γ᾽ ἐστὶ τοῖς ἄλλοις· εἰ γὰρ εἴη ἴσον, εἴη τε ἂν ἤδη καὶ ὅμοιον ἂν εἴη αὐτοῖς κατὰ τὴν ἰσότητα. ταῦτα δ᾽ ἀμφότερα ἀδύνατα, εἴπερ μὴ ἔστιν ἕν. 

ἀδύνατα. 

ἐπειδὴ δὲ οὐκ ἔστι τοῖς ἄλλοις ἴσον, ἆρα οὐκ ἀνάγκη καὶ τἆλλα ἐκείνωι μὴ ἴσα εἶναι; 

ἀνάγκη. 

τὰ δὲ μὴ ἴσα οὐκ ἄνισα; 

ναί. 

τὰ δὲ ἄνισα οὐ τῶι ἀνίσωι ἄνισα; 

πῶς δ᾽ οὔ; 

καὶ ἀνισότητος δὴ μετέχει τὸ ἕν, [161d] πρὸς ἣν τἆλλα αὐτῶι ἐστιν ἄνισα; 

μετέχει. 

ἀλλὰ μέντοι ἀνισότητός γε ἐστὶ μέγεθός τε καὶ σμικρότης. 

ἔστι γάρ. 

ἔστιν ἄρα καὶ μέγεθός τε καὶ σμικρότης τῶι τοιούτωι ἑνί; 

κινδυνεύει. 

μέγεθος μὴν καὶ σμικρότης ἀεὶ ἀφέστατον ἀλλήλοιν. πάνυ γε. 

μεταξὺ ἄρα τι αὐτοῖν ἀεί ἐστιν. 

ἔστιν. 

ἔχεις οὖν τι ἄλλο εἰπεῖν μεταξὺ αὐτοῖν ἢ ἰσότητα; 

οὔκ, ἀλλὰ τοῦτο. 

ὅτωι ἄρα ἔστι μέγεθος καὶ σμικρότης, ἔστι καὶ ἰσότης αὐτῶι μεταξὺ τούτοιν οὖσα.

[161e] φαίνεται. 

τῶι δὴ ἑνὶ μὴ ὄντι, ὡς ἔοικε, καὶ ἰσότητος ἂν μετείη καὶ μεγέθους καὶ σμικρότητος. 

ἔοικεν. 

καὶ μὴν καὶ οὐσίας γε δεῖ αὐτὸ μετέχειν πηι. 

πῶς δή; 

ἔχειν αὐτὸ δεῖ οὕτως ὡς λέγομεν· εἰ γὰρ μὴ οὕτως ἔχει, οὐκ ἂν ἀληθῆ λέγοιμεν ἡμεῖς λέγοντες τὸ ἓν μὴ εἶναι· εἰ δὲ ἀληθῆ, δῆλον ὅτι ὄντα αὐτὰ λέγομεν. ἢ οὐχ οὕτως; 

οὕτω μὲν οὖν. 

ἐπειδὴ δέ φαμεν ἀληθῆ λέγειν, [162a] ἀνάγκη ἡμῖν φάναι καὶ ὄντα λέγειν. 

ἀνάγκη. 

ἔστιν ἄρα, ὡς ἔοικε, τὸ ἓν οὐκ ὄν· εἰ γὰρ μὴ ἔσται μὴ ὄν, ἀλλά πηι τοῦ εἶναι ἀνήσει πρὸς τὸ μὴ εἶναι, εὐθὺς ἔσται ὄν. 

παντάπασι μὲν οὖν. 

δεῖ ἄρα αὐτὸ δεσμὸν ἔχειν τοῦ μὴ εἶναι τὸ εἶναι μὴ ὄν, εἰ μέλλει μὴ εἶναι, ὁμοίως ὥσπερ τὸ ὂν τὸ μὴ ὂν ἔχειν μὴ εἶναι, ἵνα τελέως αὖ εἶναι ἦι· οὕτως γὰρ ἂν τό τε ὂν μάλιστ᾽ ἂν εἴη καὶ τὸ μὴ ὂν οὐκ ἂν εἴη, μετέχοντα τὸ μὲν ὂν οὐσίας τοῦ εἶναι ὄν, μὴ οὐσίας δὲ τοῦ μὴ εἶναι μὴ ὄν, [162b] εἰ μέλλει τελέως εἶναι, τὸ δὲ μὴ ὂν μὴ οὐσίας μὲν τοῦ μὴ εἶναι μὴ ὄν, οὐσίας δὲ τοῦ εἶναι μὴ ὄν, εἰ καὶ τὸ μὴ ὂν αὖ τελέως μὴ ἔσται. 

ἀληθέστατα. 

οὐκοῦν ἐπείπερ τῶι τε ὄντι τοῦ μὴ εἶναι καὶ τῶι μὴ ὄντι τοῦ εἶναι μέτεστι, καὶ τῶι ἑνί, ἐπειδὴ οὐκ ἔστι, τοῦ εἶναι ἀνάγκη μετεῖναι εἰς τὸ μὴ εἶναι. 

ἀνάγκη. 

καὶ οὐσία δὴ φαίνεται τῶι ἑνί, εἰ μὴ ἔστιν. 

φαίνεται. 

καὶ μὴ οὐσία ἄρα, εἴπερ μὴ ἔστιν. 

πῶς δ᾽ οὔ; 

οἷόν τε οὖν τὸ ἔχον πως μὴ ἔχειν οὕτω, μὴ μεταβάλλον ἐκ ταύτης τῆς ἕξεως; 

οὐχ οἷόν τε. 

πᾶν ἄρα τὸ τοιοῦτον μεταβολὴν σημαίνει, [162c] ὃ ἂν οὕτω τε καὶ μὴ οὕτως ἔχηι. 

πῶς δ᾽ οὔ; 

μεταβολὴ δὲ κίνησις· ἢ τί φήσομεν; 

κίνησις. 

οὐκοῦν τὸ ἓν ὄν τε καὶ οὐκ ὂν ἐφάνη; 

ναί. 

οὕτως ἄρα καὶ οὐχ οὕτως ἔχον φαίνεται. 

ἔοικεν. 

καὶ κινούμενον ἄρα τὸ οὐκ ὂν ἓν πέφανται, ἐπείπερ καὶ μεταβολὴν ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι ἔχον. 

κινδυνεύει. 

ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδ᾽ ἂν μεθίσταιτό ποθέν ποι. 

πῶς γάρ; 

οὐκ ἄρα τῶι γε μεταβαίνειν κινοῖτ᾽ ἄν. 

[162d] οὐ γάρ. 

οὐδὲ μὴν ἐν τῶι αὐτῶι ἂν στρέφοιτο· ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται. ὂν γὰρ ἐστὶ τὸ ταὐτόν· τὸ δὲ μὴ ὂν ἔν τωι τῶν ὄντων ἀδύνατον εἶναι. 

ἀδύνατον γάρ. 

οὐκ ἄρα τὸ ἕν γε μὴ ὂν στρέφεσθαι ἂν δύναιτο ἐν ἐκείνωι ἐν ὧι μὴ ἔστιν. 

οὐ γὰρ οὖν. 

οὐδὲ μὴν ἀλλοιοῦταί που τὸ ἓν ἑαυτοῦ, οὔτε τὸ ὂν οὔτε τὸ μὴ ὄν· οὐ γὰρ ἂν ἦν ὁ λόγος ἔτι περὶ τοῦ ἑνός, εἴπερ ἠλλοιοῦτο αὐτὸ ἑαυτοῦ, ἀλλὰ περὶ ἄλλου τινός. 

ὀρθῶς. 

εἰ δὲ μήτ᾽ ἀλλοιοῦται μήτε ἐν ταὐτῶι στρέφεται μήτε μεταβαίνει, [162e] ἆρ᾽ ἄν πηι ἔτι κινοῖτο; 

πῶς γάρ; 

τό γε μὴν ἀκίνητον ἀνάγκη ἡσυχίαν ἄγειν, τὸ δὲ ἡσυχάζον ἑστάναι. 

ἀνάγκη. 

τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὐκ ὂν ἕστηκέ τε καὶ κινεῖται. 

ἔοικεν. 

καὶ μὴν εἴπερ γε κινεῖται, μεγάλη ἀνάγκη αὐτῶι ἀλλοιοῦσθαι· ὅπηι γὰρ ἄν τι κινηθῆι, [163a] κατὰ τοσοῦτον οὐκέθ᾽ ὡσαύτως ἔχει ὡς εἶχεν, ἀλλ᾽ ἑτέρως. 

οὕτως. 

κινούμενον δὴ τὸ ἓν καὶ ἀλλοιοῦται. 

ναί. 

καὶ μὴν μηδαμῆι γε κινούμενον οὐδαμῆι ἂν ἀλλοιοῖτο. 

οὐ γάρ. 

ἧι μὲν ἄρα κινεῖται τὸ οὐκ ὂν ἕν, ἀλλοιοῦται· ἧι δὲ μὴ κινεῖται, οὐκ ἀλλοιοῦται. 

οὐ γάρ. 

τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιοῦταί τε καὶ οὐκ ἀλλοιοῦται. 

φαίνεται. 

τὸ δ᾽ ἀλλοιούμενον ἆρ᾽ οὐκ ἀνάγκη γίγνεσθαι μὲν ἕτερον ἢ πρότερον, [163b] ἀπόλλυσθαι δὲ ἐκ τῆς προτέρας ἕξεως· τὸ δὲ μὴ ἀλλοιούμενον μήτε γίγνεσθαι μήτε ἀπόλλυσθαι; 

ἀνάγκη. 

καὶ τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιούμενον μὲν γίγνεταί τε καὶ ἀπόλλυται, μὴ ἀλλοιούμενον δὲ οὔτε γίγνεται οὔτε ἀπόλλυται· καὶ οὕτω τὸ ἓν μὴ ὂν γίγνεταί τε καὶ ἀπόλλυται, καὶ οὔτε γίγνεται οὔτ᾽ ἀπόλλυται. 

οὐ γὰρ οὖν. 

αὖθις δὴ ἐπὶ τὴν ἀρχὴν ἴωμεν πάλιν ὀψόμενοι εἰ ταὐτὰ ἡμῖν φανεῖται ἅπερ καὶ νῦν ἢ ἕτερα. 

ἀλλὰ χρή. 

οὐκοῦν ἓν εἰ μὴ ἔστι, φαμέν, [163c] τί χρὴ περὶ αὐτοῦ συμβαίνειν; 

ναί. 

τὸ δὲ μὴ ἔστιν ὅταν λέγωμεν, ἆρα μή τι ἄλλο σημαίνει ἢ οὐσίας ἀπουσίαν τούτωι ὧι ἂν φῶμεν μὴ εἶναι; 

οὐδὲν ἄλλο. 

πότερον οὖν, ὅταν φῶμεν μὴ εἶναί τι, πὼς οὐκ εἶναί φαμεν αὐτό, πὼς δὲ εἶναι; ἢ τοῦτο τὸ μὴ ἔστι λεγόμενον ἁπλῶς σημαίνει ὅτι οὐδαμῶς οὐδαμῆι ἔστιν οὐδέ πηι μετέχει οὐσίας τό γε μὴ ὄν; 

ἁπλούστατα μὲν οὖν. 

οὔτε ἄρα εἶναι δύναιτο ἂν τὸ μὴ ὂν οὔτε ἄλλως οὐδαμῶς οὐσίας μετέχειν. 

[163d] οὐ γάρ. 

τὸ δὲ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι μή τι ἄλλο ἦν ἢ τὸ μὲν οὐσίας μεταλαμβάνειν, τὸ δ᾽ ἀπολλύναι οὐσίαν; 

οὐδὲν ἄλλο. 

ὧι δέ γε μηδὲν τούτου μέτεστιν, οὔτ᾽ ἂν λαμβάνοι οὔτ᾽ ἀπολλύοι αὐτό. 

πῶς γάρ; 

τῶι ἑνὶ ἄρα, ἐπειδὴ οὐδαμῆι ἔστιν, οὔτε ἑκτέον οὔτε ἀπαλλακτέον οὔτε μεταληπτέον οὐσίας οὐδαμῶς. 

εἰκός. 

οὔτε ἄρα ἀπόλλυται τὸ μὴ ὂν ἓν οὔτε γίγνεται, ἐπείπερ οὐδαμῆι μετέχει οὐσίας. 

οὐ φαίνεται. 

[163e] οὐδ᾽ ἄρ᾽ ἀλλοιοῦται οὐδαμῆι· ἤδη γὰρ ἂν γίγνοιτό τε καὶ ἀπολλύοιτο τοῦτο πάσχον. 

ἀληθῆ. 

εἰ δὲ μὴ ἀλλοιοῦται, οὐκ ἀνάγκη μηδὲ κινεῖσθαι; 

ἀνάγκη. 

οὐδὲ μὴν ἑστάναι φήσομεν τὸ μηδαμοῦ ὄν· τὸ γὰρ ἑστὸς ἐν τῶι αὐτῶι τινι δεῖ ἀεὶ εἶναι. 

τῶι αὐτῶι· πῶς γὰρ οὔ; 

οὕτω δὴ αὖ τὸ μὴ ὂν μήτε ποτὲ ἑστάναι μήτε κινεῖσθαι λέγωμεν. 

μὴ γὰρ οὖν. 

ἀλλὰ μὴν οὐδ᾽ ἔστι γε αὐτῶι τι τῶν ὄντων· ἤδη γὰρ ἂν τούτου μετέχον ὄντος οὐσίας μετέχοι. 

[164a] δῆλον. 

οὔτε ἄρα μέγεθος οὔτε σμικρότης οὔτε ἰσότης αὐτῶι ἔστιν. 

οὐ γάρ. 

οὐδὲ μὴν ὁμοιότης γε οὐδὲ ἑτεροιότης οὔτε πρὸς αὑτὸ οὔτε πρὸς τἆλλα εἴη ἂν αὐτῶι. 

οὐ φαίνεται. 

τί δέ; τἆλλα ἔσθ᾽ ὅπως ἂν εἴη αὐτῶι, εἰ μηδὲν αὐτῶι δεῖ εἶναι; 

οὐκ ἔστιν. 

οὔτε ἄρα ὅμοια οὔτε ἀνόμοια οὔτε ταὐτὰ οὔθ᾽ ἕτερά ἐστιν αὐτῶι τὰ ἄλλα. 

οὐ γάρ. 

τί δέ; τὸ ἐκείνου ἢ τὸ ἐκείνωι ἢ τὸ τὶ ἢ τὸ τοῦτο ἢ τὸ τούτου ἢ ἄλλου ἢ ἄλλωι ἢ ποτὲ ἢ [164b] ἔπειτα ἢ νῦν ἢ ἐπιστήμη ἢ δόξα ἢ αἴσθησις ἢ λόγος ἢ ὄνομα ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων περὶ τὸ μὴ ὂν ἔσται; 

οὐκ ἔσται. 

οὕτω δὴ ἓν οὐκ ὂν οὐκ ἔχει πως οὐδαμῆι. οὔκουν δὴ ἔοικέν γε οὐδαμῆι ἔχειν. ἔτι δὴ λέγωμεν, ἓν εἰ μὴ ἔστι, τἆλλα τί χρὴ πεπονθέναι. 

λέγωμεν γάρ. 

ἄλλα μέν που δεῖ αὐτὰ εἶναι· εἰ γὰρ μηδὲ ἄλλα ἐστίν, οὐκ ἂν περὶ τῶν ἄλλων λέγοιτο. 

οὕτω. 

εἰ δὲ περὶ τῶν ἄλλων ὁ λόγος, τά γε ἄλλα ἕτερά ἐστιν. ἢ οὐκ ἐπὶ τῶι αὐτῶι καλεῖς τό τε ἄλλο καὶ τὸ ἕτερον; 

[164c] ἔγωγε. 

ἕτερον δέ γέ πού φαμεν τὸ ἕτερον εἶναι ἑτέρου, καὶ τὸ ἄλλο δὴ ἄλλο εἶναι ἄλλου; 

ναί. 

καὶ τοῖς ἄλλοις ἄρα, εἰ μέλλει ἄλλα εἶναι, ἔστι τι οὗ ἄλλα ἔσται. 

ἀνάγκη. 

τί δὴ οὖν ἂν εἴη; τοῦ μὲν γὰρ ἑνὸς οὐκ ἔσται ἄλλα, μὴ ὄντος γε. 

οὐ γάρ. 

ἀλλήλων ἄρα ἐστί· τοῦτο γὰρ αὐτοῖς ἔτι λείπεται, ἢ μηδενὸς εἶναι ἄλλοις. 

ὀρθῶς. 

κατὰ πλήθη ἄρα ἕκαστα ἀλλήλων ἄλλα ἐστί· κατὰ ἓν γὰρ οὐκ ἂν οἷά τε εἴη, μὴ ὄντος ἑνός. ἀλλ᾽ ἕκαστος, ὡς ἔοικεν, ὁ ὄγκος αὐτῶν ἄπειρός ἐστι πλήθει, [164d] κἂν τὸ σμικρότατον δοκοῦν εἶναι λάβηι τις, ὥσπερ ὄναρ ἐν ὕπνωι φαίνεται ἐξαίφνης ἀντὶ ἑνὸς δόξαντος εἶναι πολλὰ καὶ ἀντὶ σμικροτάτου παμμέγεθες πρὸς τὰ κερματιζόμενα ἐξ αὐτοῦ. 

ὀρθότατα. 

τοιούτων δὴ ὄγκων ἄλλα ἀλλήλων ἂν εἴη τἆλλα, εἰ ἑνὸς μὴ ὄντος ἄλλα ἐστίν. 

κομιδῆι μὲν οὖν. 

οὐκοῦν πολλοὶ ὄγκοι ἔσονται, εἷς ἕκαστος φαινόμενος, ὢν δὲ οὔ, εἴπερ ἓν μὴ ἔσται; 

[164e] οὕτω. 

καὶ ἀριθμὸς δὲ εἶναι αὐτῶν δόξει, εἴπερ καὶ ἓν ἕκαστον, πολλῶν ὄντων. 

πάνυ γε. 

καὶ τὰ μὲν δὴ ἄρτια, τὰ δὲ περιττὰ ἐν αὐτοῖς ὄντα οὐκ ἀληθῶς φαίνεται, εἴπερ ἓν μὴ ἔσται. 

οὐ γὰρ οὖν. 

καὶ μὴν καὶ σμικρότατόν γε, φαμέν, δόξει ἐν αὐτοῖς ἐνεῖναι· φαίνεται δὲ τοῦτο πολλὰ καὶ μεγάλα πρὸς ἕκαστον τῶν πολλῶν ὡς σμικρῶν ὄντων. 

[165a] πῶς δ᾽ οὔ; 

καὶ ἴσος μὴν τοῖς πολλοῖς καὶ σμικροῖς ἕκαστος ὄγκος δοξασθήσεται εἶναι· οὐ γὰρ ἂν μετέβαινεν ἐκ μείζονος εἰς ἔλαττον φαινόμενος, πρὶν εἰς τὸ μεταξὺ δόξειεν ἐλθεῖν, τοῦτο δ᾽ εἴη ἂν φάντασμα ἰσότητος. 

εἰκός. 

οὐκοῦν καὶ πρὸς ἄλλον ὄγκον πέρας ἔχων, αὐτός γε πρὸς αὑτὸν οὔτε ἀρχὴν οὔτε πέρας οὔτε μέσον ἔχων; 

πῆι δή; 

ὅτι ἀεὶ αὐτῶν ὅταν τίς τι λάβηι τῆι διανοίαι ὥς τι τούτων ὄν, πρό τε τῆς ἀρχῆς ἄλλη ἀεὶ φαίνεται ἀρχή, [165b] μετά τε τὴν τελευτὴν ἑτέρα ὑπολειπομένη τελευτή, ἔν τε τῶι μέσωι ἄλλα μεσαίτερα τοῦ μέσου, σμικρότερα δέ, διὰ τὸ μὴ δύνασθαι ἑνὸς αὐτῶν ἑκάστου λαμβάνεσθαι, ἅτε οὐκ ὄντος τοῦ ἑνός. 

ἀληθέστατα. 

θρύπτεσθαι δὴ οἶμαι κερματιζόμενον ἀνάγκη πᾶν τὸ ὄν, ὃ ἄν τις λάβηι τῆι διανοίαι· ὄγκος γάρ που ἄνευ ἑνὸς ἀεὶ λαμβάνοιτ᾽ ἄν. 

πάνυ μὲν οὖν. 

οὐκοῦν τό γε τοιοῦτον πόρρωθεν μὲν ὁρῶντι καὶ ἀμβλὺ ἓν φαίνεσθαι ἀνάγκη, [165c] ἐγγύθεν δὲ καὶ ὀξὺ νοοῦντι πλήθει ἄπειρον ἓν ἕκαστον φανῆναι, εἴπερ στέρεται τοῦ ἑνὸς μὴ ὄντος; 

ἀναγκαιότατον μὲν οὖν. 

οὕτω δὴ ἄπειρά τε καὶ πέρας ἔχοντα καὶ ἓν καὶ πολλὰ ἕκαστα τἆλλα δεῖ φαίνεσθαι, ἓν εἰ μὴ ἔστιν, τἆλλα δὲ τοῦ ἑνός. 

δεῖ γάρ. 

οὐκοῦν καὶ ὅμοιά τε καὶ ἀνόμοια δόξει εἶναι; 

πῆι δή; 

οἷον ἐσκιαγραφημένα ἀποστάντι μὲν ἓν πάντα φαινόμενα ταὐτὸν φαίνεσθαι πεπονθέναι καὶ ὅμοια εἶναι. 

[165d] πάνυ γε. 

προσελθόντι δέ γε πολλὰ καὶ ἕτερα καὶ τῶι τοῦ ἑτέρου φαντάσματι ἑτεροῖα καὶ ἀνόμοια ἑαυτοῖς. 

οὕτω. 

καὶ ὁμοίους δὴ καὶ ἀνομοίους τοὺς ὄγκους αὐτούς τε αὑτοῖς ἀνάγκη φαίνεσθαι καὶ ἀλλήλοις. 

πάνυ μὲν οὖν. 

οὐκοῦν καὶ τοὺς αὐτοὺς καὶ ἑτέρους ἀλλήλων, καὶ ἁπτομένους καὶ χωρὶς ἑαυτῶν, καὶ κινουμένους πάσας κινήσεις καὶ ἑστῶτας πάντηι, καὶ γιγνομένους καὶ ἀπολλυμένους καὶ μηδέτερα, καὶ πάντα που τὰ τοιαῦτα, ἃ διελθεῖν εὐπετὲς ἤδη ἡμῖν, [165e] εἰ ἑνὸς μὴ ὄντος πολλὰ ἔστιν. 

ἀληθέστατα μὲν οὖν. 

ἔτι δὴ ἅπαξ ἐλθόντες πάλιν ἐπὶ τὴν ἀρχὴν εἴπωμεν, ἓν εἰ μὴ ἔστι, τἆλλα δὲ τοῦ ἑνός, τί χρὴ εἶναι. 

εἴπωμεν γὰρ οὖν. 

οὐκοῦν ἓν μὲν οὐκ ἔσται τἆλλα. 

πῶς γάρ; 

οὐδὲ μὴν πολλά γε· ἐν γὰρ πολλοῖς οὖσιν ἐνείη ἂν καὶ ἕν. εἰ γὰρ μηδὲν αὐτῶν ἐστὶν ἕν, ἅπαντα οὐδέν ἐστιν, ὥστε οὐδ᾽ ἂν πολλὰ εἴη. 

ἀληθῆ. 

μὴ ἐνόντος δὲ ἑνὸς ἐν τοῖς ἄλλοις, οὔτε πολλὰ οὔτε ἕν ἐστι τἆλλα. 

[166a] οὐ γάρ. 

οὐδέ γε φαίνεται ἓν οὐδὲ πολλά. 

τί δή; 

ὅτι τἆλλα τῶν μὴ ὄντων οὐδενὶ οὐδαμῆι οὐδαμῶς οὐδεμίαν κοινωνίαν ἔχει, οὐδέ τι τῶν μὴ ὄντων παρὰ τῶν ἄλλων τώι ἐστιν· οὐδὲν γὰρ μέρος ἐστὶ τοῖς μὴ οὖσιν. 

ἀληθῆ. 

οὐδ᾽ ἄρα δόξα τοῦ μὴ ὄντος παρὰ τοῖς ἄλλοις ἐστὶν οὐδέ τι φάντασμα, οὐδὲ δοξάζεται οὐδαμῆι οὐδαμῶς τὸ μὴ ὂν ἐπὶ τῶν ἄλλων. 

οὐ γὰρ οὖν. 

ἓν ἄρα εἰ μὴ ἔστιν, οὐδὲ δοξάζεταί τι τῶν

[166b] ἄλλων ἓν εἶναι οὐδὲ πολλά· ἄνευ γὰρ ἑνὸς πολλὰ δοξάσαι ἀδύνατον. 

ἀδύνατον γάρ. 

ἓν ἄρα εἰ μὴ ἔστι, τἆλλα οὔτε ἔστιν οὔτε δοξάζεται ἓν οὐδὲ πολλά. 

οὐκ ἔοικεν. 

οὐδ᾽ ἄρα ὅμοια οὐδὲ ἀνόμοια. 

οὐ γάρ. 

οὐδὲ μὴν τὰ αὐτά γε οὐδ᾽ ἕτερα, οὐδὲ ἁπτόμενα οὐδὲ χωρίς, οὐδὲ ἄλλα ὅσα ἐν τοῖς πρόσθεν διήλθομεν ὡς φαινόμενα αὐτά, τούτων οὔτε τι ἔστιν οὔτε φαίνεται τἆλλα, ἓν εἰ μὴ ἔστιν. 

ἀληθῆ. 

οὐκοῦν καὶ συλλήβδην εἰ εἴποιμεν, [166c] ἓν εἰ μὴ ἔστιν, οὐδέν ἐστιν, ὀρθῶς ἂν εἴποιμεν; 

παντάπασι μὲν οὖν. 

εἰρήσθω τοίνυν τοῦτό τε καὶ ὅτι, ὡς ἔοικεν, ἓν εἴτ᾽ ἔστιν εἴτε μὴ ἔστιν, αὐτό τε καὶ τἆλλα καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πάντα πάντως ἐστί τε καὶ οὐκ ἔστι καὶ φαίνεταί τε καὶ οὐ φαίνεται. 

ἀληθέστατα.