BIBLIOTHECA AUGUSTANA

 

Platon

427 - 347 a. Chr. n.

 

Παρμενίδης

ἢ περὶ ἰδεῶν· λογικός

 

158e - 161b

 

___________________________________________________

 

 

 

[158e] οὐκοῦν καὶ ὅμοιά τε καὶ ἀνόμοια ἀλλήλοις τε καὶ ἑαυτοῖς;

πῆι δή;

ἧι μέν που ἄπειρά ἐστι κατὰ τὴν ἑαυτῶν φύσιν πάντα, ταὐτὸν πεπονθότα ἂν εἴη ταύτηι.

πάνυ γε.

καὶ μὴν ἧι γε ἅπαντα πέρατος μετέχει, καὶ ταύτηι πάντ᾽ ἂν εἴη ταὐτὸν πεπονθότα.

πῶς δ᾽ οὔ; ἧι δέ γε πεπερασμένα τε εἶναι καὶ ἄπειρα πέπονθεν, ἐναντία πάθη ἀλλήλοις ὄντα ταῦτα τὰ πάθη πέπονθεν.

[159a] ναί.

τὰ δ᾽ ἐναντία γε ὡς οἷόν τε ἀνομοιότατα.

τί μήν;

κατὰ μὲν ἄρα ἑκάτερον τὸ πάθος ὅμοια ἂν εἴη αὐτά τε αὑτοῖς καὶ ἀλλήλοις, κατὰ δ᾽ ἀμφότερα ἀμφοτέρως ἐναντιώτατά τε καὶ ἀνομοιότατα.

κινδυνεύει.

οὕτω δὴ τὰ ἄλλα αὐτά τε αὑτοῖς καὶ ἀλλήλοις ὅμοιά τε καὶ ἀνόμοια ἂν εἴη.

οὕτως.

καὶ ταὐτὰ δὴ καὶ ἕτερα ἀλλήλων, καὶ κινούμενα καὶ ἑστῶτα, καὶ πάντα τὰ ἐναντία πάθη οὐκέτι χαλεπῶς εὑρήσομεν πεπονθότα τἆλλα τοῦ ἑνός, [159b] ἐπείπερ καὶ ταῦτα ἐφάνη πεπονθότα.

ὀρθῶς λέγεις.

οὐκοῦν, εἰ ταῦτα μὲν ἤδη ἐῶιμεν ὡς φανερά, ἐπισκοποῖμεν δὲ πάλιν ἓν εἰ ἔστιν, ἆρα καὶ οὐχ οὕτως ἔχει τὰ ἄλλα τοῦ ἑνὸς ἢ οὕτω μόνον;

πάνυ μὲν οὖν.

λέγωμεν δὴ ἐξ ἀρχῆς ἓν εἰ ἔστι, τί χρὴ τὰ ἄλλα τοῦ ἑνὸς πεπονθέναι.

λέγωμεν γάρ.

ἆρ᾽ οὖν οὐ χωρὶς μὲν τὸ ἓν τῶν ἄλλων, χωρὶς δὲ τἆλλα τοῦ ἑνὸς εἶναι;

τί δή;

ὅτι που οὐκ ἔστι παρὰ ταῦτα ἕτερον, ὃ ἄλλο μέν ἐστι τοῦ ἑνός, ἄλλο δὲ τῶν ἄλλων· [159c] πάντα γὰρ εἴρηται, ὅταν ῥηθῆι τό τε ἓν καὶ τἆλλα.

πάντα γάρ.

οὐκ ἄρα ἔτ᾽ ἔστιν ἕτερον τούτων, ἐν ὧι τό τε ἓν ἂν εἴη τῶι αὐτῶι καὶ τἆλλα.

οὐ γάρ.

οὐδέποτε ἄρα ἐν ταὐτῶι ἐστι τὸ ἓν καὶ τἆλλα.

οὐκ ἔοικεν.

χωρὶς ἄρα;

ναί.

οὐδὲ μὴν μόριά γε ἔχειν φαμὲν τὸ ὡς ἀληθῶς ἕν.

πῶς γάρ;

οὔτ᾽ ἄρα ὅλον εἴη ἂν τὸ ἓν ἐν τοῖς ἄλλοις οὔτε μόρια αὐτοῦ, εἰ χωρίς τέ ἐστι τῶν ἄλλων καὶ μόρια μὴ ἔχει. πῶς γάρ;

[159d] οὐδενὶ ἄρα τρόπωι μετέχοι ἂν τἆλλα τοῦ ἑνός, μήτε κατὰ μόριόν τι αὐτοῦ μήτε κατὰ ὅλον μετέχοντα.

οὐκ ἔοικεν.

οὐδαμῆι ἄρα ἓν τἆλλά ἐστιν, οὐδ᾽ ἔχει ἐν ἑαυτοῖς ἓν οὐδέν.

οὐ γὰρ οὖν.

οὐδ᾽ ἄρα πολλά ἐστι τἆλλα· ἓν γὰρ ἂν ἦν ἕκαστον αὐτῶν μόριον τοῦ ὅλου, εἰ πολλὰ ἦν· νῦν δὲ οὔτε ἓν οὔτε πολλὰ οὔτε ὅλον οὔτε μόριά ἐστι τἆλλα τοῦ ἑνός, ἐπειδὴ αὐτοῦ οὐδαμῆι μετέχει.

ὀρθῶς.

οὐδ᾽ ἄρα δύο οὐδὲ τρία οὔτε αὐτά ἐστι τὰ ἄλλα οὔτε ἔνεστιν ἐν αὐτοῖς, [159e] εἴπερ τοῦ ἑνὸς πανταχῆι στέρεται.

οὕτως.

οὐδὲ ὅμοια ἄρα καὶ ἀνόμοια οὔτε αὐτά ἐστι τῶι ἑνὶ τὰ ἄλλα, οὔτε ἔνεστιν ἐν αὐτοῖς ὁμοιότης καὶ ἀνομοιότης· εἰ γὰρ ὅμοια καὶ ἀνόμοια αὐτὰ εἴη ἢ ἔχοι ἐν ἑαυτοῖς ὁμοιότητα καὶ ἀνομοιότητα, δύο που εἴδη ἐναντία ἀλλήλοις ἔχοι ἂν ἐν ἑαυτοῖς τὰ ἄλλα τοῦ ἑνός.

φαίνεται.

ἦν δέ γε ἀδύνατον δυοῖν τινοῖν μετέχειν ἃ μηδ᾽ ἑνὸς μετέχοι.

ἀδύνατον.

οὔτ᾽ ἄρα ὅμοια οὔτ᾽ ἀνόμοιά ἐστιν οὔτ᾽ ἀμφότερα τἆλλα. [160a] ὅμοια μὲν γὰρ ἂν ὄντα ἢ ἀνόμοια ἑνὸς ἂν τοῦ ἑτέρου εἴδους μετέχοι, ἀμφότερα δὲ ὄντα δυοῖν τοῖν ἐναντίοιν· ταῦτα δὲ ἀδύνατον ἐφάνη.

ἀληθῆ.

οὐδ᾽ ἄρα τὰ αὐτὰ οὐδ᾽ ἕτερα, οὐδὲ κινούμενα οὐδὲ ἑστῶτα, οὐδὲ γιγνόμενα οὐδὲ ἀπολλύμενα, οὐδὲ μείζω οὐδὲ ἐλάττω οὐδὲ ἴσα· οὐδὲ ἄλλο οὐδὲν πέπονθε τῶν τοιούτων· εἰ γάρ τι τοιοῦτον πεπονθέναι ὑπομένει τὰ ἄλλα, καὶ ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ περιττοῦ καὶ ἀρτίου μεθέξει, [160b] ὧν αὐτοῖς ἀδύνατον ἐφάνη μετέχειν τοῦ ἑνός γε πάντηι πάντως στερομένοις.

ἀληθέστατα.

οὕτω δὴ ἓν εἰ ἔστιν, πάντα τέ ἐστι τὸ ἓν καὶ οὐδὲ ἕν ἐστι καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα ὡσαύτως.

παντελῶς μὲν οὖν.

εἶεν· εἰ δὲ δὴ μὴ ἔστι τὸ ἕν, τί χρὴ συμβαίνειν ἆρ᾽ οὐ σκεπτέον μετὰ τοῦτο;

σκεπτέον γάρ.

τίς οὖν ἂν εἴη αὕτη ἡ ὑπόθεσις, εἰ ἓν μὴ ἔστιν; ἆρά τι διαφέρει τῆσδε, εἰ μὴ ἓν μὴ ἔστιν;

διαφέρει μέντοι.

διαφέρει μόνον, [160c] ἢ καὶ πᾶν τοὐναντίον ἐστὶν εἰπεῖν εἰ μὴ ἓν μὴ ἔστι τοῦ εἰ ἓν μὴ ἔστιν;

πᾶν τοὐναντίον.

τί δ᾽ εἴ τις λέγοι εἰ μέγεθος μὴ ἔστιν ἢ σμικρότης μὴ ἔστιν ἤ τι ἄλλο τῶν τοιούτων, ἆρα ἐφ᾽ ἑκάστου ἂν δηλοῖ ὅτι ἕτερόν τι λέγοι τὸ μὴ ὄν;

πάνυ γε.

οὐκοῦν καὶ νῦν δηλοῖ ὅτι ἕτερον λέγει τῶν ἄλλων τὸ μὴ ὄν, ὅταν εἴπηι ἓν εἰ μὴ ἔστι, καὶ ἴσμεν ὃ λέγει;

ἴσμεν.

πρῶτον μὲν ἄρα γνωστόν τι λέγει, ἔπειτα ἕτερον τῶν ἄλλων, ὅταν εἴπηι ἕν, εἴτε τὸ εἶναι αὐτῶι προσθεὶς εἴτε τὸ μὴ εἶναι· οὐδὲν γὰρ ἧττον γιγνώσκεται, [160d] τί τὸ λεγόμενον μὴ εἶναι, καὶ ὅτι διάφορον τῶν ἄλλων. ἢ οὔ;

ἀνάγκη.

ὧδε ἄρα λεκτέον ἐξ ἀρχῆς, ἓν εἰ μὴ ἔστι, τί χρὴ εἶναι. πρῶτον μὲν οὖν αὐτῶι τοῦτο ὑπάρχειν δεῖ, ὡς ἔοικεν, εἶναι αὐτοῦ ἐπιστήμην, ἢ μηδὲ ὅτι λέγεται γιγνώσκεσθαι, ὅταν τις εἴπηι ἓν εἰ μὴ ἔστιν.

ἀληθῆ.

οὐκοῦν καὶ τὰ ἄλλα ἕτερα αὐτοῦ εἶναι, ἢ μηδὲ ἐκεῖνο ἕτερον τῶν ἄλλων λέγεσθαι;

πάνυ γε.

καὶ ἑτεροιότης ἄρα ἐστὶν αὐτῶι πρὸς τῆι ἐπιστήμηι. οὐ γὰρ τὴν τῶν ἄλλων ἑτεροιότητα λέγει, [160e] ὅταν τὸ ἓν ἕτερον τῶν ἄλλων λέγηι, ἀλλὰ τὴν ἐκείνου.

φαίνεται.

καὶ μὴν τοῦ γε ἐκείνου καὶ τοῦ τινὸς καὶ τούτου καὶ τούτωι καὶ τούτων καὶ πάντων τῶν τοιούτων μετέχει τὸ μὴ ὂν ἕν· οὐ γὰρ ἂν τὸ ἓν ἐλέγετο οὐδ᾽ ἂν τοῦ ἑνὸς ἕτερα, οὐδ᾽ ἐκείνωι ἄν τι ἦν οὐδ᾽ ἐκείνου, οὐδ᾽ ἄν τι ἐλέγετο, εἰ μήτε τοῦ τινὸς αὐτῶι μετῆν μήτε τῶν ἄλλων τούτων.

ὀρθῶς.

εἶναι μὲν δὴ τῶι ἑνὶ οὐχ οἷόν τε, εἴπερ γε μὴ ἔστι, μετέχειν δὲ πολλῶν οὐδὲν κωλύει, [161a] ἀλλὰ καὶ ἀνάγκη, εἴπερ τό γε ἓν ἐκεῖνο καὶ μὴ ἄλλο μὴ ἔστιν. εἰ μέντοι μήτε τὸ ἓν μήτ᾽ ἐκεῖνο μὴ ἔσται, ἀλλὰ περὶ ἄλλου του ὁ λόγος, οὐδὲ φθέγγεσθαι δεῖ οὐδέν· εἰ δὲ τὸ ἓν ἐκεῖνο καὶ μὴ ἄλλο ὑπόκειται μὴ εἶναι, καὶ τοῦ ἐκείνου καὶ ἄλλων πολλῶν ἀνάγκη αὐτῶι μετεῖναι.

καὶ πάνυ γε.

καὶ ἀνομοιότης ἄρα ἐστὶν αὐτῶι πρὸς τὰ ἄλλα· τὰ γὰρ ἄλλα τοῦ ἑνὸς ἕτερα ὄντα ἑτεροῖα καὶ εἴη ἄν.

ναί.

τὰ δ᾽ ἑτεροῖα οὐκ ἀλλοῖα;

πῶς δ᾽ οὔ;

τὰ δ᾽ ἀλλοῖα οὐκ ἀνόμοια;

[161b] ἀνόμοια μὲν οὖν.

οὐκοῦν εἴπερ τῶι ἑνὶ ἀνόμοιά ἐστι, δῆλον ὅτι ἀνομοίωι τά γε ἀνόμοια ἀνόμοια ἂν εἴη.

δῆλον.

εἴη δὴ ἂν καὶ τῶι ἑνὶ ἀνομοιότης, πρὸς ἣν τὰ ἄλλα ἀνόμοια αὐτῶι ἐστιν.

ἔοικεν.

εἰ δὲ δὴ τῶν ἄλλων ἀνομοιότης ἔστιν αὐτῶι, ἆρ᾽ οὐκ ἀνάγκη ἑαυτοῦ ὁμοιότητα αὐτῶι εἶναι;

πῶς;

εἰ ἑνὸς ἀνομοιότης ἔστι τῶι ἑνί, οὐκ ἄν που περὶ τοῦ τοιούτου ὁ λόγος εἴη οἵου τοῦ ἑνός, οὐδ᾽ ἂν ἡ ὑπόθεσις εἴη περὶ ἑνός, ἀλλὰ περὶ ἄλλου ἢ ἑνός.

πάνυ γε.

οὐ δεῖ δέ γε.

οὐ δῆτα.