Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
52.Περὶ Φαέθοντος.
Φαέθων ὁ τοῦ Ἡλίου παῖς, πόθον ἐσχηκὼς παράλογον ἐπιβῆναι τοῦ πατρικοῦ ἅρματος, πολλαῖς ἱκεσίαις καὶ δάκρυσι πείθει τοῦτον. ἐπεὶ δ᾽ ἐπέβη τοῦ ἅρματος καὶ τοὺς ἵππους ἤρξατο μυωπίζειν, ἡνιοχεῖν εὖ οὐκ εἰδώς, μήτε μὴν οἷός τε ὢν ἑδραῖος ἐφιππάζεσθαι καὶ ἀκλόνητος, τοῖς ἵπποις παρασυρεὶς πολλῶι θράσει καὶ ἀγερωχίαι κεκινημένοις, καὶ προσγειότερος γενόμενος, ἐκτινάσσεται παρὰ τὸν Ἠριδανὸν ποταμὸν καὶ ἀποπνίγεται, πλειόνων τῆς περιοικίδος καταπυρποληθέντων μερῶν. |