Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
51.Περὶ τοῦ Ὠρίωνος.
Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ὤικει μὲν ἐν Τανάγραι τῆς Βοιωτίας, φιλοξενώτατος δὲ ὢν ὑπεδέξατό ποτε τοὺς θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῶι καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρήινεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο· ὁ δὲ ἄτεκνος ὢν ἠιτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι [ὥσπερ] τοὺς θεούς, ἔπειτα κατ᾽ εὐφημισμὸν Ὠρίων.Συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. |