Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
30.Περὶ Φρίξου καὶ Ἕλλης.
Περὶ Φρίξου ἱστοροῦσιν ὡς ὁ κριὸς αὐτῶι προὔλεγεν ὅτι ὁ πατὴρ αὐτοὺς μέλλοι θύειν· καὶ λαβὼν τὴν ἀδελφὴν αὐτοῦ ἀναβάς τε ἐπ᾽ αὐτὸν σὺν αὐτῆι, διὰ τῆς θαλάσσης ἀφίκοντο εἰς τὸν Εὔξεινον πόντον, διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν τὸ πᾶν διανύσαντες. ὅπερ ἐστὶ δύσπιστον, κριὸν θᾶττον νηὸς διανήχεσθαι, καὶ ταῦτα βαστάζοντα δύο ἀνθρώπους καί που σιτία καὶ ποτὰ καὶ ἑαυτῶι καὶ ἐκείνοις οὐ γὰρ δήπου ἄσιτοι τοσοῦτον χρόνον διέμενον. εἶτα Φρίξος τὸν τὴν σωτηρίαν αὐτῶι φράσαντα κριὸν καὶ διασώσαντα σφάξας καὶ τὸ δέρμα ἀποδείρας ἔδωκεν ἕδνον Αἰήτηι τῆς θυγατρὸς αὐτοῦ· ὁ δὲ Αἰήτης τῶν τόπων ἐκείνων τότε ἐβασίλευεν. ὅρα δὲ πῶς καὶ τὰ δέρματα τότε σπάνια ἦν, ὥστε βασιλέα ἕδνον τῆς ἰδίας θυγατρὸς τὸ κώδιον λαβεῖν. ἢ οὕτω τοῦ μηδενὸς ἀξίαν τὴν ἑαυτοῦ θυγατέρα ἐνόμιζεν; ἤδη δέ τινες, ἵνα τὸν γέλωτα τοῦτον ἐκφύγωσι, χρυσοῦν φασιν ἦν τὸ δέρμα τοῦτο. καὶ εἰ χρυσοῦν τὸ δέρμα ἦν, οὐκ ἐχρῆν τὸν βασιλέα λαβεῖν παρ᾽ ἀνδρὸς ξένου. λέλεκται δὲ ὅτι καὶ Ἰάσων ἐπὶ τὸ κώδιον τοῦτο τὴν Ἀργὼ ἔστειλε καὶ τοὺς ἀρίστους τῶν Ἑλλήνων. ἀλλ᾽ οὐκ ἂν οὔθ᾽ ὁ Φρίξος οὕτως ἀχάριστος ἦν ὥστε τὸν εὐεργέτην ἀνελεῖν, οὔτ᾽, εἰ καὶ σμαράγδιον ἦν τὸ κώδιον, ἔπλευσεν ἂν ἡ Ἀργὼ ἐπ᾽ αὐτό.Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀθάμας ὁ Αἰόλου τοῦ Ἕλληνος ἐβασίλευσε τῆς Φθίας. ἦν δὲ αὐτῶι ἀνὴρ ἐπίτροπος τῶν χρημάτων καὶ τῆς ἀρχῆς, ὃν μάλιστα πιστὸν ἡγεῖτο καὶ πλείστου ἄξιον, ὄνομα δὲ ἦν αὐτῶι Κριός. ἐπεὶ δὲ ἀπέθανεν ἡ μήτηρ, Φρίξωι, ὅτι πρεσβύτερος ἦν, τὴν ἀρχὴν ἔδωκεν *** αἰσθόμενος δὲ ταῦτα ὁ Κριὸς πρὸς μὲν τὸν Ἀθάμαντα οὐδὲν λέγει, πρὸς δὲ τὸν Φρίξον φησί, κελεύων ἀπαλλάττεσθαι αὐτὸν ἐκ τῆς γῆς, καὶ αὐτὸς ναῦν στείλας καὶ ἐνθέμενος ὅ τι ἦν πολλοῦ ἄξιον Ἀθάμαντι καὶ γεμίσας τὴν ναῦν ἁπάντων ἀγαθῶν καὶ χρημάτων, ἐν οἷς καὶ εἰκὼν ἦν, ἣν ἡ μήτηρ Μέροπος, θυγάτηρ Ἡλίου – ὄνομα δ᾽ ἦν αὐτῆι Κῶς –, αὐτὴ ἐκ τῶν ἰδίων χρημάτων ἑαυτῆς εἰκόνα ἰσόμετρον χρυσῆν ἐποιήσατο – ἦν δὲ ὁ χρυσὸς πολὺς καὶ λόγος περὶ αὐτοῦ μέγας ἐγίνετο. ἐνέθετο οὖν εἰς τὴν ναῦν ταῦτα καὶ Φρίξον καὶ Ἕλλην, καὶ ὤιχετο ἀπιών. ἡ μὲν οὖν Ἕλλη κατὰ τὸν πλοῦν ἀσθενήσασα ἀπέθανεν – ἐξ ἧς καὶ Ἑλλήσποντος ἐκλήθη –, αὐτοὶ δ᾽ ἀφικόμενοι εἰς τὸν Φᾶσιν κατοικοῦσιν ἐκεῖ, καὶ γαμεῖ Φρίξος τὴν τοῦ Κόλχων βασιλέως θυγατέρα Αἰήτου, δοὺς ἕδνον τὴν χρυσῆν εἰκόνα τῆς Κῶ. ὕστερον δὲ Ἀθάμαντος τελευτήσαντος Ἰάσων πλεῖ τῆι Ἀργοῖ ἐπὶ τοῦτον τὸν χρυσὸν τῆς Κῶ, ἀλλ᾽ οὐχὶ δέρμα κριοῦ. οὕτως ἔχει ἡ ἀλήθεια. |