BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

29.

Περὶ Πέλοπος καὶ τῶν ἵππων.

 

 

Φασὶν ὅτι Πέλοψ ἦλθεν ἔχων ἵππους ὑποπτέρους εἰς Πῖσαν μνηστευσόμενος Ἱπποδάμειαν τὴν Οἰνομάου θυγατέρα. ἐγὼ δὲ τὰ αὐτὰ λέγω ἅπερ καὶ περὶ τοῦ Πηγάσου. ἐπεὶ Οἰνόμαος, εἰ ἤιδει ὑποπτέρους ὄντας τοὺς ἵππους τοῦ Πέλοπος, οὐκ ἂν δὴ τὴν θυγατέρα αὑτοῦ ἔδωκεν ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀναβιβάσαι.

Ῥητέον οὖν ὅτι Πέλοψ ἦλθεν ἔχων πλοῖον, ἐπεγέγραπτο δὲ ἐπὶ τῆς σκηνῆς «Ἵπποι ὑπόπτεροι», ἁρπάσας δὲ τὴν κόρην ὤιχετο φεύγων. ἔλεγον δὲ οἱ ἄνθρωποι ὡς ἁρπάσας τὴν Οἰνομάου θυγατέρα «ἐπὶ τῶν Ἵππων ὑποπτέρων» ὤιχετο φεύγων. καὶ ὁ μῦθος προσανεπλάσθη.