Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
3.Περὶ Σπαρτῶν.
Λόγος τις ἀρχαῖος λέγει ὡς ὁ Κάδμος ὄφιν ἀποκτείνας καὶ ἐκλέξας τοὺς ὀδόντας ἔσπειρεν ἐν τῆι ἰδίαι γῆι· ἔπειτα ἐξέφυσαν ἄνδρες τε καὶ ὅπλα. εἰ δὲ τοῦτο ἦν ἀληθές, οὐδεὶς ἀνθρώπων ἄλλο τι ἂν ἔσπειρεν ἢ ὀδόντας ὄφεων· καὶ εἰ μὴ ἐν ἄλληι γῆι ἐφύετο, ἀλλ᾽ οὖν τέως ἐν ἐκείνηι τῆι γῆι ἐσπείρετο ἐν ἧι καὶ πρώην ἐφύετο.Τὸ ἀληθὲς οὖν ἐστι τοῦτο. Κάδμος ἀνὴρ τὸ γένος Φοῖνιξ ἀφίκετο εἰς Θήβας, πρὸς τὸν ἀδελφὸν Φοίνικα ἁμιλλησόμενος περὶ τῆς βασιλείας. ἦν δὲ βασιλεὺς τότε Θηβῶν Δράκων Ἄρεως παῖς, ἔχων ἄλλα τε πολλὰ ὅσα βασιλεύς, καὶ δὴ καὶ ὀδόντας ἐλεφάντων. τοῦτον ὁ Κάδμος ἀποκτείνας αὐτὸς ἐβασίλευσεν· οἱ δὲ φίλοι τοῦ Δράκοντος ἐπολέμουν αὐτῶι, καὶ οἱ παῖδες αὐτοῦ συνέστησαν τῶι Κάδμωι. οἱ οὖν φίλοι τοῦ Δράκοντος, ἐπεὶ ἥττονες ἐγένοντο τῆι μάχηι, ἁρπάσαντες τὰ χρήματα τοῦ Κάδμου καὶ τοὺς ἐλεφαντίνους ὀδόντας κειμένους ἐν τῶι ἱερῶι, ὤιχοντο φεύγοντες εἰς τὴν οἰκείαν· ἄλλοι δὲ ἀλλαχῆ διεσπάρησαν, οἱ μὲν εἰς τὴν Ἀττικήν, οἱ δὲ εἰς τὴν Πελοπόννησον καὶ Φωκίδα καὶ Λοκρίδα. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν τοῖς Θηβαίοις, καὶ ἦσαν ἀργαλέοι πολεμισταί, ὁμόγλωσσοι ὄντες καὶ ἐπιστάμενοι τὰ χωρία.Ἐπεὶ οὖν τοὺς ὀδόντας διαρπάσαντες ἔφυγον, ταῦτα ἔλεγον· «οἱ πολῖται τοιαῦτα κακὰ ἡμᾶς ὁ Κάδμος εἰργάσατο Δράκοντα ἀποκτείνας· ἐκ γὰρ τῶν ἐκείνου ὀδόντων πολλοὶ καὶ ἀγαθοὶ ἄνδρες γενόμενοι σπαρτοὶ καταγωνίζονται ἡμᾶς.» τούτου τοῦ πράγματος ἀληθινοῦ γενομένου ὁ μῦθος προσανεπλάσθη. |