Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
2.Περὶ Πασιφάης.
Περὶ Πασιφάης μυθεύεται ὡς ἠράσθη ταύρου νεμομένου, Δαίδαλον δὲ ποιήσαι βοῦν ξυλίνην καὶ ἐγκλεῖσαι τὴν Πασιφάην εἰς αὐτήν, οὕτω δὲ τὸν ταῦρον ἐπιβάντα μιγῆναι τῆι γυναικί, τὴν δὲ κυῆσαι καὶ τεκεῖν παῖδα σῶμα μὲν ἔχοντα ἀνδρός, κεφαλὴν δὲ βοός. ἐγὼ δὲ τοῦτο οὔ φημι γενέσθαι, πρῶτον μὲν γὰρ ἀδύνατον ἐρασθῆναι ζῶιον ἕτερον ἑτέρου μὴ ὁμοίως ἔχον τὴν μήτραν τοῖς αἰδοίοις· οὐ γὰρ δυνατὸν κύνα καὶ πίθηκον καὶ λύκον τε καὶ ὕαιναν ἀλλήλοις μίγνυσθαι οὐδὲ βούβαλον ἐλάφωι – ἑτερογενῆ γὰρ ὑπάρχει –, οὐδέ ἀλλήλοις μιγνύμενα γεννᾶν, ταῦρος δὲ οὐ δοκεῖ μοι πρῶτον μὲν ἀναμιχθῆναι ξυλίνηι βοΐ· πάντα γὰρ τὰ τετράποδα ζῶια ὀσφραίνεται τῶν αἰδοίων τοῦ ζώιου πρὸ τῆς μίξεως, καὶ οὕτως ἀναβαίνει ἐπ᾽ αὐτό· οὐδ᾽ ἂν ἠνέσχετο ταύρου ἐπιβαίνοντος ἡ γυνή, οὐδὲ φέρειν δύναται γυνὴ ἔμβρυον κέρατα ἔχον.Τὸ δ᾽ ἀληθὲς ἔχει ὧδε. Μίνωά φασιν ἀλγοῦντα τὰ αἰδοῖα τεθεραπεῦσθαι ὑπὸ Πρόκριδος τῆς Πανδίονος ἐπὶ τῶι κυνιδίωι καὶ τῶι ἀκοντίωι *** Κέφαλον. κατὰ δὲ τὸν χρόνον τοῦτον Μίνωι ἠκολούθει νεανίας κάλλει διαφέρων, ὧι ὄνομα ἦν Ταῦρος. τούτου Πασιφάη ἔρωτι ἁλοῦσα καὶ πείσασα μίγνυται, καὶ ἐγέννησεν ἐξ αὐτοῦ παῖδα. Μίνως δ᾽ ἐπιλογισάμενος τὸν χρόνον τῆς ἀλγηδόνος τῶν αἰδοίων, καὶ ἐπιγνοὺς ὡς οὐκ ἔστιν ἐξ αὐτοῦ ὁ παῖς διὰ τὸ μὴ συγκοιμᾶσθαι, ἐξετάζων τὸ ἀκριβὲς ἐπέγνω ὅτι ἐκ τοῦ Ταύρου ἐστὶ τὸ γεννηθέν. ἀποκτεῖναι μὲν οὖν οὐκ ἔδοξεν αὐτῶι διὰ τὸ δοκεῖν ἀδελφὸν εἶναι τῶν παίδων· ἀποπέμπει δὲ αὐτὸν εἰς τὸ ὄρος ὅπως αὐξηθεὶς ὑπάρχηι ἐν θεράποντος μοίραι τοῖς ποιμέσιν. ἀνδρωθεὶς δὲ οὗτος οὐχ ὑπήκουε τῶν βουκόλων. πυθόμενος δὲ ὁ Μίνως καταντᾶν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν, κρατεῖν δὲ αὐτόν· καὶ εἰ μὲν ἑκὼν ἔποιτο, λελυμένον ἐλθεῖν, εἰ δὲ μὴ, δέσμιον. αἰσθόμενος δ᾽ ὁ νεανίας ἀφίσταται εἰς τὰ ὄρη, καὶ ἁρπάζων βοσκήματα οὕτω διέζη. πέμψαντος δὲ τοῦ Μίνωος πλείονα ὄχλον εἰς τὸ συλλαβεῖν αὐτόν, ὁ νεανίας ὄρυγμα βαθὺ ποιήσας καθεῖρξεν ἑαυτὸν εἰς ἐκεῖνο. ἔνθα ὄντι αὐτῶι τὸν μὲν ἄλλον χρόνον εἰσεβάλλοντο πρόβατα καὶ αἶγας, καὶ ἔζη σιτούμενος· ὁπότε δὲ Μίνως ἄνθρωπον ἠβούλετο τιμωρήσασθαι, τούτωι καθειργμένωι ἐν τῶι οἰκήματι εἰσέπεμπε, καὶ οὕτως ἀνηιρεῖτο.Καὶ τὸν Θησέα ἄνδρα πολέμιον λαβών ὁ Μίνως ἤγαγε ἐπὶ τὸν τόπον ὡς ἀποθανούμενον· ἡ δὲ Ἀριάδνη προεισπέμπει ξίφος εἰς τὴν εἱρκτήν, ἐν ῶι ὁ Θησεὺς ἀνεῖλε τὸν Μινώταυρον. *** τοιούτου δὲ τοῦ συμβάματος γενομένου, ἐπὶ τὸ μυθῶδες οἱ ποιηταὶ τὸν λόγον ἐξέτρεψαν. |