BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Περὶ ἑρμηνείας

 

________________________________________________________

 

 

 

14

 

Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῆι ἀποφάσει ἢ ἡ κατάφασις τῆι καταφάσει, καὶ ὁ λόγος τῶι λόγωι ὁ λέγων ὅτι πᾶς ἄνθρωπος δίκαιος τῶι οὐδεὶς ἄνθρωπος δίκαιος, ἢ τὸ πᾶς ἄνθρωπος δίκαιος τῶι πᾶς ἄνθρωπος ἄδικος, 1) οἷον [30] ἔστι Καλλίας δίκαιος – οὐκ ἔστι Καλλίας δίκαιος – Καλλίας ἄδικός ἔστι· 2) ποτέρα δὴ 3) ἐναντία τούτων; εἰ γὰρ τὰ μὲν ἐν τῆι φωνῆι ἀκολουθεῖ τοῖς ἐν τῆι διανοίαι, ἐκεῖ δὲ 4) ἐναντία δόξα ἡ τοῦ ἐναντίου, οἷον ὅτι πᾶς ἄνθρωπος δίκαιος τῆι πᾶς ἄνθρωπος ἄδικος, καὶ ἐπὶ τῶν ἐν τῆι φωνῆι καταφάσεων ἀνάγκη ὁμοίως ἔχειν. [35] εἰ δὲ μὴ 5) ἐκεῖ ἡ τοῦ ἐναντίου δόξα ἐναντία ἐστίν, οὐδὲ ἡ κατάφασις τῆι καταφάσει ἔσται ἐναντία, ἀλλ' ἡ εἰρημένη ἀπόφασις. ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξηι ἐναντία, πότερον ἡ τῆς ἀποφάσεως ἢ ἡ τὸ ἐναντίον εἶναι δοξάζουσα. λέγω δὲ ὧδε. ἔστι τις δόξα ἀληθὴς τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, ἄλλη δὲ [23b] ὅτι οὐκ ἀγαθὸν ψευδής, ἑτέρα δὲ ὅτι κακόν. ποτέρα δὴ τούτων ἐναντία τῆι ἀληθεῖ; καὶ εἰ ἔστι μία, καθ' ὁποτέραν ἡ 6) ἐναντία; τὸ μὲν δὴ τούτωι οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῶι τῶν ἐναντίων εἶναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακὸν ἡ αὐτὴ ἴσως καὶ ἀληθής ἔσται 7), εἴτε πλείους εἴτε [5] μία ἐστίν. ἐναντία δὲ ταῦτα. ἀλλ' οὐ τῶι ἐναντίων εἶναι ἐναντία 8), ἀλλὰ μᾶλλον τῶι ἐναντίως. εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξα, ἄλλη 9) δ' ὅτι οὐκ ἀγαθόν, ἔστι δὲ 10) ἄλλο τι ὃ οὐχ ὑπάρχει οὐδ' οἷόν τε ὑπάρξαι, τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέον, οὔτε 11) ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔθ' ὅσαι [10] μὴ ὑπάρχειν τὸ ὑπάρχον (ἄπειροι γὰρ ἀμφότεραι, καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον), ἀλλ' ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη. αὗται δέ εἰσιν 12) ἐξ ὧν αἱ γενέσεις. ἐκ τῶν ἀντικειμένων δὲ αἱ γενέσεις, ὥστε καὶ αἱ ἀπάται. εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν καὶ οὐ κακόν ἐστι 13), καὶ [15] τὸ μὲν καθ' ἑαυτὸ 14) τὸ δὲ κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτῶι οὐ κακῶι εἶναι), μᾶλλον δ' ἑκάστου ἀληθὴς ἡ καθ' ἑαυτό 15), καὶ ψευδὴς, εἴπερ καὶ ἀληθής. ἡ μὲν οὖν ὅτι οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τοῦ καθ' ἑαυτὸ 16) ὑπάρχοντος ψευδής, ἡ δὲ τοῦ ὅτι κακὸν τοῦ κατὰ συμβεβηκός. ὥστε μᾶλλον ἂν εἴη ψευδὴς τοῦ [20] ἀγαθοῦ ἡ τῆς ἀποφάσεως ἢ ἡ τοῦ ἐναντίου δόξα 17). διέψευσται δὲ μάλιστα περὶ ἕκαστον ὁ τὴν ἐναντίαν ἔχων δόξαν· τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτό. εἰ οὖν ἐναντία μὲν τούτων ἡ ἑτέρα, ἐναντιωτέρα δὲ ἡ τῆς ἀντιφάσεως, δῆλον ὅτι αὕτη ἂν εἴη 18) ἐναντία. ἡ δὲ τοῦ ὅτι κακὸν τὸ ἀγαθὸν συμπεπλεγμένη [25] ἐστι 19)· καὶ γὰρ ὅτι οὐκ ἀγαθὸν ἀνάγκη ἴσως ὑπολαμβάνειν τὸν αὐτόν. ἔτι δέ,  20) εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτηι ἂν δόξειε καλῶς εἰρῆσθαι· ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ. ὅσοις δὲ μή ἐστιν ἐναντία, περὶ τούτων ἔστι μὲν ψευδὴς ἡ τῆι ἀληθεῖ ἀντικειμένη, [30] οἷον ὁ τὸν ἄνθρωπον οὐκ 21) ἄνθρωπον οἰόμενος διέψευσται. εἰ οὖν αὗται ἐναντίαι, καὶ ἄλλαι αἱ τῆς ἀντιφάσεως. ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ πρὸς ταύταις ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν. τῆι οὖν τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἀληθεῖ [35] οὔσηι δόξηι τίς ἄν εἴη ἡ 22) ἐναντία; οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν· ἅμα γὰρ ἄν ποτε εἴη ἀληθής, οὐδέποτε δὲ ἀληθὴς ἀληθεῖ ἐναντία· ἔστι γάρ τι μὴ ἀγαθὸν κακόν, ὥστε ἐνδέχεται ἅμα ἀληθεῖς εἶναι. οὐδ' αὖ ἡ ὅτι οὐ κακόν· ἀληθὴς γὰρ καὶ αὕτη· ἅμα γὰρ καὶ ταῦτα ἂν εἴη. λείπεται οὖν τῆι τοῦ μὴ ἀγαθοῦ [24a] ὅτι οὐκ ἀγαθὸν ἐναντία ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν· ψευδής γὰρ αὕτη 23). ὥστε καὶ ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν τῆι τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν. φανερὸν δὲ ὅτι οὐδὲν διοίσει οὐδ' ἂν καθόλου τιθῶμεν τὴν κατάφασιν· ἡ γὰρ καθόλου ἀπόφασις ἐναντία ἔσται, οἷον τῆι δόξηι τῆι δοξαζούσηι ὅτι πᾶν ὃ ἂν ἦι 24) ἀγαθὸν ἀγαθόν [5] ἐστιν 25) ἡ ὅτι οὐδὲν τῶν ἀγαθῶν ἀγαθόν. ἡ γὰρ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, εἰ καθόλου τὸ ἀγαθόν, ἡ αὐτή ἐστι τῆι ὅτι ὃ 26) ἂν ἦι ἀγαθὸν δοξαζούσηι ὅτι ἀγαθόν· τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ὅτι πᾶν ὃ ἂν ἦι ἀγαθὸν ἀγαθόν ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ [24b] ἀγαθοῦ. ὤστε 27) εἴπερ ἐπὶ δόξης οὕτως ἔχει, εἰσὶ δὲ αἱ ἐν τῆι φωνῆι καταφάσεις καὶ ἀποφάσεις σύμβολα τῶν ἐν τῆι ψυχῆι, δῆλον ὅτι καὶ καταφάσει ἐναντία μὲν ἀπόφασις ἡ περὶ τοῦ αὐτοῦ καθόλου, οἷον τῆι ὅτι πᾶν ἀγαθὸν ἀγαθὸν ἢ ὅτι πᾶς ἄνθρωπος ἀγαθὸς ἡ ὅτι οὐδὲν ἢ οὐδείς, ἀντιφατικῶς δὲ ὅτι ἢ οὐ [5] πᾶν ἢ οὐ πᾶς. φανερὸν δὲ καὶ ὅτι ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀπόφασιν 28). ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα, περὶ ταῦτα δὲ 29) ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν· ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῶι αὐτῶι.

 

_____________

 

1) ἄδικος,] ἄδικος; M-P 

2) ἔστι·] ἐστιν, M-P 

3) ποτέρα δὴ ἐναντία] ποτέρα ἐναντία M-P 

4) δὲ] δ' M-P 

5) μὴ] μηδὲ M-P 

6) καθ' ὁποτέραν ἡ ἐναντία] κατὰ ποτέραν ἐναντία M-P 

7) ἀληθής ἔσται, εἴτε] ἀληθής, εἴτε M-P 

8) ἐναντία] ἐναντίαι M-P 

9) δόξα, ἄλλη δ'] δόξα, ἔστι δ' M-P 

10) δὲ ἄλλο] δὲ ὅτι ἄλλο M-P 

11) οὔτε] οὔθ' M-P 

12) δέ εἰσιν ἐξ] δὲ ἐξ M-P 

13) ἐστι] ἐστιν M-P 

14) ἑαυτὸ] αὑτὸ M-P 

15) ἑαυτὸ] αὑτὸ M-P 

16) ἑαυτὸ] αὑτὸ M-P 

17) ἐναντίου δόξα. διέψευσται] ἐναντίου. διέψευσται M-P 

18) εἴη ἐναντία] εἴη ἡ ἐναντία M-P 

19) ἐστι] ἐστιν M-P 

20) ἔτι δέ, εἰ] ἔτι δ' εἰ M-P 

21) ἄνθρωπον οὐκ ἄνθρωπον] ἄνθρωπον μὴ ἄνθρωπον M-P 

22) τίς ἄν εἴη ἡ ἐναντία] τίς ἐναντία M-P 

23) ἀγαθόν· ψευδής γὰρ αὕτη.] ἀγαθόν [ψευδής· ἀληθὴς γὰρ αὕτη]. M-P 

24) πᾶν ὃ ἂν ἦι ἀγαθὸν] πᾶν ἀγαθὸν M-P 

25) ἀγαθόν ἐστιν ἡ] ἀγαθὸν ἡ M-P 

26) ὅτι ὅ] ὅ τι M-P 

27) ὤστε] ὤστ' M-P 

28) ἀπόφασιν] ἀντίφασιν M-P 

29) δέ] δ' M-P