Aristoteles
384 - 322 a. Chr. n.
Περὶ ἑρμηνείας
|
|||||||||||||||||
________________________________________________________
|
|||||||||||||||||
13
Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται 1) οὕτω τιθεμένοις· τῶι μὲν γὰρ δυνατὸν 2) εἶναι τὸ ἐνδέχεσθαι εἶναι, καὶ [15] τοῦτο ἐκείνωι ἀντιστρέφει, καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ ἀναγκαῖον εἶναι· τῶι δὲ δυνατὸν 3) μὴ εἶναι καὶ ἐνδεχόμενον 4) μὴ εἶναι τὸ 5) μὴ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ 6) οὐκ ἀδύνατον μὴ εἶναι, τῶι δὲ μὴ δυνατὸν 7) εἶναι καὶ μὴ ἐνδεχόμενον 8) εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ ἀδύνατον εἶναι, τῶι δὲ μὴ δυνατὸν 9) μὴ [20] εἶναι καὶ μὴ ἐνδεχόμενον 10) μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἀδύνατον μὴ εἶναι. θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς ὡς λέγομεν.
Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῶι ἐνδεχομένωι καὶ δυνατῶι καὶ οὐκ ἐνδεχομένωι καὶ μὴ δυνατῶι ἀκολουθεῖ μὲν ἀντιφατικῶς, ἀντεστραμμένως δέ· τῶι μὲν γὰρ δυνατὸν 11) εἶναι ἡ ἀπόφασις τοῦ ἀδυνάτου ἀκολουθεῖ 12), τῆι δὲ ἀποφάσει ἡ κατάφασις· [35] τῶι γὰρ οὐ δυνατὸν 13) εἶναι τὸ ἀδύνατον εἶναι· κατάφασις γὰρ τὸ ἀδύνατον εἶναι, τὸ δ' οὐκ ἀδύνατον εἶναι 14 ἀπόφασις. τὸ δ' ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὴ ὅτι οὐχ οὕτως ἔχει 15), ἀλλ' αἱ ἐναντίαι ἕπονται· αἱ δ' ἀντιφάσεις χωρίς. οὐ γάρ ἐστιν [22b] ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶναι· ἐνδέχεται γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρας· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι. αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον 16) ὁμοίως τοῖς ἑτέροις, ὅτι ἐναντίως τὸ ἀδύνατον τῶι ἀναγκαίωι ἀποδίδοται, τὸ αὐτὸ δυνάμενον. εἰ γὰρ ἀδύνατον [5] εἶναι, ἀναγκαῖον τοῦτο οὐκ 17) εἶναι ἀλλὰ μὴ εἶναι· εἰ δὲ ἀδύνατον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι· ὥστε 18) εἰ ἐκεῖνα ὁμοίως τῶι δυνατῶι καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ 19) σημαίνει γε ταὐτὸν τό τε ἀναγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ' ὥσπερ εἴρηται, ἀντεστραμμένως. ἢ ἀδύνατον οὕτως 20) κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις; [10] τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μή, ἡ ἀπόφασις ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάναι· ὥστ' εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι· ἀδύνατον ἄρα εἶναι τὸ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. ἀλλὰ μὴν τῶι γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτωι δὲ τὸ μὴ [15] ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τῶι δυνατὸν εἶναι, οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶναι· τῶι μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνειν, τούτων δὲ 21) ὁπότερον ἂν ἀληθὲς ἦι, οὐκέτι ἔσται ἐκεῖνα ἀληθῆ. ἅμα γὰρ δυνατὸν εἶναι καὶ [20] μὴ εἶναι· εἰ δ' ἀνάγκη εἶναι ἢ μὴ εἶναι, οὐκ ἔσται δυνατὸν ἄμφω. λείπεται τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῶι δυνατὸν εἶναι. τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι. καὶ γὰρ αὕτη γίνεται 22) ἀντίφασις τῆι ἑπομένηι τῶι οὐ δυνατὸν 23) εἶναι· ἐκείνωι γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγκαῖον [25] μὴ εἶναι, οὗ ἡ 24) ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι. ἀκολουθοῦσί τε 25) ἄρα καὶ αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον τρόπον, καὶ οὐδὲν ἀδύνατον συμβαίνει τιθεμένων οὕτως.Ἀπορήσειε δ' ἄν τις εἰ τῶι ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται. εἴ τε γὰρ μὴ ἕπεται, ἡ ἀντίφασις ἀκολουθήσει, τὸ [30] μὴ δυνατὸν εἶναι· καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν, ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι. ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· τοῦτο [35] δὲ ψεῦδος. φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, ἀλλ' ἔστιν ἐφ' ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν, οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. αἱ μὲν οὖν μετὰ λόγου [23a] δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων, αἱ δ' ἄλογοι οὐ πᾶσαι, ἀλλ' ὥσπερ εἴρηται, τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μή, οὐδ' ὅσα ἄλλα ἐνεργεῖ ἀεί. ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι 26). ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν [5] ἀντικειμένων, οὐδ' ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος. ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσιν. τὸ γὰρ δυνατὸν οὐχ ἁπλῶς λέγεται, ἀλλὰ τὸ μὲν ὅτι ἀληθὲς ὡς ἐνεργείαι ὄν, οἷον δυνατὸν βαδίζειν ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι ὅτι ἤδη ἔστι κατ' ἐνέργειαν ὃ λέγεται δυνατόν, τὸ δὲ ὅτι ἐνεργήσειεν [10] ἄν, οἷον δυνατὸν εἶναι 27) βαδίζειν ὅτι βαδίσειεν ἄν. καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστὶ μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις. ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ μὴ ἀδύνατον εἶναι βαδίζειν ἢ εἶναι, καὶ τὸ βαδίζον ἤδη καὶ ἐνεργοῦν καὶ τὸ βαδιστικόν. τὸ μὲν οὖν οὕτω δυνατὸν οὐκ ἀληθὲς κατὰ τοῦ ἀναγκαίου [15] ἁπλῶς εἰπεῖν, θάτερον δὲ ἀληθές. ὥστε ἐπεὶ τῶι ἐν μέρει τὸ καθόλου ἕπεται, τῶι ἐξ ἀνάγκης ὄντι ἕπεται τὸ δύνασθαι εἶναι, οὐ μέντοι πᾶν. καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τἆλλα 28) ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ. [20]Φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξ ἀνάγκης ὂν κατ' ἐνέργειάν ἐστιν, ὥστε εἰ πρότερα τὰ ἀΐδια 29), καὶ ἡ 30 ἐνέργεια δυνάμεως προτέρα. καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ πρῶται οὐσίαι, τὰ δὲ μετὰ δυνάμεως, ἃ τῆι μὲν φύσει πρότερα, τῶι χρόνωι δὲ ὕστερα, τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰσιν [25] ἀλλὰ δυνάμεις μόνον._____________
1) γίνονται] γίγνονται M-P 2) δυνατὸν] δυνατῶι M-P 3) δυνατὸν] δυνατῶι M-P 4) ἐνδεχόμενον] ἐνδεχομένωι M-P 5) τὸ μὴ] τό τε μὴ M-P 6) καὶ τὸ οὐκ] καὶ οὐκ M-P 7) δυνατὸν] δυνατῶι M-P 8) ἐνδεχόμενον] ἐνδεχόμενωι M-P 9) δυνατὸν] δυνατῶι M-P 10) ἐνδεχόμενον] ἐνδεχόμενωι M-P 11) δυνατὸν] δυνατῶι M-P 12) ἀδυνάτου ἀκολουθεῖ, τῆι] ἀδυνάτου, τῆι M-P 13) δυνατὸν] δυνατῶι M-P 14) τὸ δ' οὐκ ἀδύνατον εἶναι ἀπόφασις] τὸ δὲ οὐκ ἀδύνατον ἀπόφασις M-P 15) οὕτως ἔχει, ἀλλ'] οὕτως, ἀλλ' M-P 16) ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως] ἀκολουθεῖν ὁμοίως M-P 17) οὐκ] οὐχὶ M-P 18) ὥστε] ὥστ' M-P 19) ἐπεὶ οὐ σημαίνει] ἐπεὶ σημαίνει M-P 20) οὕτως] οὕτω M-P 21) δὲ] δ' M-P 22) γίνεται] γίγνεται M-P 23) δυνατὸν] δυνατῶι M-P 24) οὗ ἡ ἀπόφασις] οὗ ἀπόφασις M-P 25) εἶναι. ἀκολουθοῦσί τε ἄρα] εἶναι. ἀκολουθοῦσιν ἄρα M-P 26) ἀντικείμενα δέξασθαι. ἀλλὰ] ἀντικείμενα. ἀλλὰ M-P 27) δυνατὸν εἶναι βαδίζειν] δυνατὸν βαδίζειν M-P 28) τἆλλα] τὰ ἄλλα M-P 29) ἀΐδια] ἀίδια M-P 30) καὶ ἡ ἐνέργεια] καὶ ἐνέργεια M-P |