Aristoteles
384 - 322 a. Chr. n.
Ἀναλυτικὰ πρότερα
Βιβλίον Β´ 19 - 27
|
|
________________________________________________________
|
|
19
| |
25 | Πρὸς δὲ τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον,ὅταν ἄνευ τῶν συμπερασμάτων ἐρωτᾶι τὸν λόγον, ὅπως μὴδοθῆι δὶς ταὐτὸν ἐν ταῖς προτάσεσιν, ἐπειδήπερ ἴσμεν ὅτιἄνευ μέσου συλλογισμὸς οὐ γίνεται, μέσον δ᾽ ἐστὶ τὸ πλε-ονάκις λεγόμενον. ὡς δὲ δεῖ πρὸς ἕκαστον συμπέρασμα τη- |
30 | ρεῖν τὸ μέσον, φανερὸν ἐκ τοῦ εἰδέναι ποῖον ἐν ἑκάστωι σχή-ματι δείκνυται. τοῦτο δ᾽ ἡμᾶς οὐ λήσεται διὰ τὸ εἰδέναι πῶςὑπέχομεν τὸν λόγον.
Χρὴ δ᾽ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινο-μένους, αὐτοὺς ἐπιχειροῦντας πειρᾶσθαι λανθάνειν. τοῦτο δ᾽ |
35 | ἔσται πρῶτον, ἐὰν τὰ συμπεράσματα μὴ προσυλλογίζων-ται ἀλλ᾽ εἰλημμένων τῶν ἀναγκαίων ἄδηλα ἦι, ἔτι δὲ ἂνμὴ τὰ σύνεγγυς ἐρωτᾶι, ἀλλ᾽ ὅτι μάλιστα ἄμεσα. οἷονἔστω δέον συμπεραίνεσθαι τὸ Α κατὰ τοῦ Ζ· μέσα Β Γ Δ Ε.δεῖ οὖν ἐρωτᾶν εἰ τὸ Α τῶι Β, καὶ πάλιν μὴ εἰ τὸ Β τῶιΓ, ἀλλ᾽ εἰ τὸ Δ τῶι Ε, κἄπειτα εἰ τὸ Β τῶι Γ, καὶ οὕτω |
66b | τὰ λοιπά. κἂν δι᾽ ἑνὸς μέσου γίνηται ὁ συλλογισμός, ἀπὸτοῦ μέσου ἄρχεσθαι· μάλιστα γὰρ ἂν οὕτω λανθάνοι τὸνἀποκρινόμενον.
20
Ἐπεὶ δ᾽ ἔχομεν πότε καὶ πῶς ἐχόντων τῶν ὅρων γί- |
5 | νεται συλλογισμός, φανερὸν καὶ πότ᾽ ἔσται καὶ πότ᾽ οὐκἔσται ἔλεγχος. πάντων μὲν γὰρ συγχωρουμένων, ἢ ἐναλλὰξτιθεμένων τῶν ἀποκρίσεων, οἷον τῆς μὲν ἀποφατικῆς τῆς δὲκαταφατικῆς, ἐγχωρεῖ γίνεσθαι ἔλεγχον. ἦν γὰρ συλλογι-σμὸς καὶ οὕτω καὶ ἐκείνως ἐχόντων τῶν ὅρων, ὥστ᾽ εἰ τὸ κεί- |
10 | μενον ἐναντίον τῶι συμπεράσματι, ἀνάγκη γίνεσθαι ἔλεγ-χον· ὁ γὰρ ἔλεγχος ἀντιφάσεως συλλογισμός. εἰ δὲ μη-δὲν συγχωροῖτο, ἀδύνατον γενέσθαι ἔλεγχον· οὐ γὰρ ἦνσυλλογισμὸς πάντων τῶν ὅρων στερητικῶν ὄντων, ὥστ᾽ οὐδ᾽ἔλεγχος· εἰ μὲν γὰρ ἔλεγχος, ἀνάγκη συλλογισμὸν εἶναι, |
15 | συλλογισμοῦ δ᾽ ὄντος οὐκ ἀνάγκη ἔλεγχον. ὡσαύτως δὲ καὶεἰ μηδὲν τεθείη κατὰ τὴν ἀπόκρισιν ἐν ὅλωι· ὁ γὰρ αὐτὸςἔσται διορισμὸς ἐλέγχου καὶ συλλογισμοῦ.
21
Συμβαίνει δ᾽ ἐνίοτε, καθάπερ ἐν τῆι θέσει τῶν ὅρωνἀπατώμεθα, καὶ κατὰ τὴν ὑπόληψιν γίνεσθαι τὴν ἀπάτην, |
20 | οἷον εἰ ἐνδέχεται τὸ αὐτὸ πλείοσι πρώτοις ὑπάρχειν, καὶτὸ μὲν λεληθέναι τινὰ καὶ οἴεσθαι μηδενὶ ὑπάρχειν, τὸ δὲεἰδέναι. ἔστω τὸ Α τῶι Β καὶ τῶι Γ καθ᾽ αὑτὰ ὑπάρ-χον, καὶ ταῦτα παντὶ τῶι Δ ὡσαύτως. εἰ δὴ τῶι μὲν Β τὸΑ παντὶ οἴεται ὑπάρχειν, καὶ τοῦτο τῶι Δ, τῶι δὲ Γ τὸ Α |
25 | μηδενί, καὶ τοῦτο τῶι Δ παντί, τοῦ αὐτοῦ κατὰ ταὐτὸν ἕξειἐπιστήμην καὶ ἄγνοιαν. πάλιν εἴ τις ἀπατηθείη περὶ τὰ ἐκτῆς αὐτῆς συστοιχίας, οἷον εἰ τὸ Α ὑπάρχει τῶι Β, τοῦτο δὲτῶι Γ καὶ τὸ Γ τῶι Δ, ὑπολαμβάνοι δὲ τὸ Α παντὶ τῶι Βὑπάρχειν καὶ πάλιν μηδενὶ τῶι Γ· ἅμα γὰρ εἴσεταί τε καὶ |
30 | οὐχ ὑπολήψεται ὑπάρχειν. ἆρ᾽ οὖν οὐδὲν ἄλλο ἀξιοῖ ἐκ τού-των ἢ ὁ ἐπίσταται, τοῦτο μὴ ὑπολαμβάνειν; ἐπίσταται γάρπως ὅτι τὸ Α τῶι Γ ὑπάρχει διὰ τοῦ Β, ὡς τῆι καθόλου τὸκατὰ μέρος, ὥστε ὅ πως ἐπίσταται, τοῦτο ὅλως ἀξιοῖ μὴὑπολαμβάνειν· ὅπερ ἀδύνατον. Ἐπὶ δὲ τοῦ πρότερον λεχθέν- |
35 | τος, εἰ μὴ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ μέσον, καθ᾽ ἑκάτε-ρον μὲν τῶν μέσων ἀμφοτέρας τὰς προτάσεις οὐκ ἐγχωρεῖὑπολαμβάνειν, οἷον τὸ Α τῶι μὲν Β παντί, τῶι δὲ Γ μη-δενί, ταῦτα δ᾽ ἀμφότερα παντὶ τῶι Δ. συμβαίνει γὰρ ἢἁπλῶς ἢ ἐπί τι ἐναντίαν λαμβάνεσθαι τὴν πρώτην πρότα-σιν. εἰ γὰρ ὧι τὸ Β ὑπάρχει, παντὶ τὸ Α ὑπολαμβάνει |
67a | ὑπάρχειν, τὸ δὲ Β τῶι Δ οἶδε, καὶ ὅτι τῶι Δ τὸ Α οἶδεν.ὥστ᾽ εἰ πάλιν, ὧι τὸ Γ, μηδενὶ οἴεται τὸ Α ὑπάρχειν, ὧι τὸΒ τινὶ ὑπάρχει, τούτωι οὐκ οἴεται τὸ Α ὑπάρχειν. τὸ δὲπαντὶ οἰόμενον ὧι τὸ Β, πάλιν τινὶ μὴ οἴεσθαι ὧι τὸ Β, ἢ |
5 | ἁπλῶς ἢ ἐπί τι ἐναντίον ἐστίν. Οὕτω μὲν οὖν οὐκ ἐνδέχεταιὑπολαβεῖν, καθ᾽ ἑκάτερον δὲ τὴν μίαν ἢ κατὰ θάτερον ἀμ-φοτέρας οὐδὲν κωλύει, οἷον τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τῶιΔ, καὶ πάλιν τὸ Α μηδενὶ τῶι Γ. ὁμοία γὰρ ἡ τοιαύτηἀπάτη καὶ ὡς ἀπατώμεθα περὶ τὰς ἐν μέρει, οἷον εἰ ὧι τὸ Β, |
10 | παντὶ τὸ Α ὑπάρχει, τὸ δὲ Β τῶι Γ παντί, τὸ Α παντὶτῶι Γ ὑπάρξει. εἰ οὖν τις οἶδεν ὅτι τὸ Α, ὧι τὸ Β, ὑπάρ-χει παντί, οἶδε καὶ ὅτι τῶι Γ. ἀλλ᾽ οὐδὲν κωλύει ἀγνοεῖντὸ Γ ὅτι ἔστιν, οἷον εἰ τὸ μὲν Α δύο ὀρθαί, τὸ δ᾽ ἐφ᾽ ὧι Βτρίγωνον, τὸ δ᾽ ἐφ᾽ ὧι Γ αἰσθητὸν τρίγωνον. ὑπολάβοι γὰρ |
15 | ἄν τις μὴ εἶναι τὸ Γ, εἰδὼς ὅτι πᾶν τρίγωνον ἔχει δύο ὀρ-θάς, ὥσθ᾽ ἅμα εἴσεται καὶ ἀγνοήσει ταὐτόν. τὸ γὰρ εἰδέ-ναι πᾶν τρίγωνον ὅτι δύο ὀρθαῖς οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰτὸ μὲν τῶι τὴν καθόλου ἔχειν ἐπιστήμην, τὸ δὲ τὴν καθ᾽ἕκαστον. οὕτω μὲν οὖν ὡς τῆι καθόλου οἶδε τὸ Γ ὅτι δύο ὀρ- |
20 | θαί, ὡς δὲ τῆι καθ᾽ ἕκαστον οὐκ οἶδεν, ὥστ᾽ οὐχ ἕξει τὰςἐναντίας. ὁμοίως δὲ καὶ ὁ ἐν τῶι Μένωνι λόγος, ὅτι ἡ μά-θησις ἀνάμνησις. οὐδαμοῦ γὰρ συμβαίνει προεπίστασθαι τὸκαθ᾽ ἕκαστον, ἀλλ᾽ ἅμα τῆι ἐπαγωγῆι λαμβάνειν τὴν τῶνκατὰ μέρος ἐπιστήμην ὥσπερ ἀναγνωρίζοντας. ἔνια γὰρ εὐ- |
25 | θὺς ἴσμεν, οἷον ὅτι δύο ὀρθαῖς, ἐὰν ἴδωμεν ὅτι τρίγωνον.ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
Τῆι μὲν οὖν καθόλου θεωροῦμεν τὰ ἐν μέρει, τῆι δ᾽ οἰ-κείαι οὐκ ἴσμεν, ὥστ᾽ ἐνδέχεται καὶ ἀπατᾶσθαι περὶ αὐτά,πλὴν οὐκ ἐναντίως, ἀλλ᾽ ἔχειν μὲν τὴν καθόλου, ἀπατᾶ- |
30 | σθαι δὲ τὴν κατὰ μέρος. ὁμοίως οὖν καὶ ἐπὶ τῶν προειρημέ-νων· οὐ γὰρ ἐναντία ἡ κατὰ τὸ μέσον ἀπάτη τῆι κατὰ τὸνσυλλογισμὸν ἐπιστήμηι, οὐδ᾽ ἡ καθ᾽ ἑκάτερον τῶν μέσων ὑπό-ληψις. οὐδὲν δὲ κωλύει εἰδότα καὶ ὅτι τὸ Α ὅλωι τῶι Βὑπάρχει καὶ πάλιν τοῦτο τῶι Γ, οἰηθῆναι μὴ ὑπάρχειν τὸ |
35 | Α τῶι Γ, οἷον ὅτι πᾶσα ἡμίονος ἄτοκος καὶ αὕτη ἡμίονοςοἴεσθαι κύειν ταύτην· οὐ γὰρ ἐπίσταται ὅτι τὸ Α τῶι Γ, μὴσυνθεωρῶν τὸ καθ᾽ ἑκάτερον. ὥστε δῆλον ὅτι καὶ εἰ τὸ μὲνοἶδε τὸ δὲ μὴ οἶδεν, ἀπατηθήσεται· ὅπερ ἔχουσιν αἱ κα-θόλου πρὸς τὰς κατὰ μέρος ἐπιστήμας. οὐδὲν γὰρ τῶν αἰ- |
67b | σθητῶν ἔξω τῆς αἰσθήσεως γενόμενον ἴσμεν, οὐδ᾽ ἂν ἠισθη-μένοι τυγχάνωμεν, εἰ μὴ ὡς τῶι καθόλου καὶ τῶι ἔχειν τὴνοἰκείαν ἐπιστήμην, ἀλλ᾽ οὐχ ὡς τῶι ἐνεργεῖν. τὸ γὰρ ἐπί-στασθαι λέγεται τριχῶς, ἢ ὡς τῆι καθόλου ἢ ὡς τῆι οἰκείαι |
5 | ἢ ὡς τῶι ἐνεργεῖν, ὥστε καὶ τὸ ἠπατῆσθαι τοσαυταχῶς. οὐδὲνοὖν κωλύει καὶ εἰδέναι καὶ ἠπατῆσθαι περὶ ταὐτό, πλὴν οὐκἐναντίως. ὅπερ συμβαίνει καὶ τῶι καθ᾽ ἑκατέραν εἰδότι τὴνπρότασιν καὶ μὴ ἐπεσκεμμένωι πρότερον. ὑπολαμβάνων γὰρκύειν τὴν ἡμίονον οὐκ ἔχει τὴν κατὰ τὸ ἐνεργεῖν ἐπιστήμην, |
10 | οὐδ᾽ αὖ διὰ τὴν ὑπόληψιν ἐναντίαν ἀπάτην τῆι ἐπιστήμηι·συλλογισμὸς γὰρ ἡ ἐναντία ἀπάτη τῆι καθόλου.
Ὁ δ᾽ ὑπολαμβάνων τὸ ἀγαθῶι εἶναι κακῶι εἶναι, τὸαὐτὸ ὑπολήψεται ἀγαθῶι εἶναι καὶ κακῶι. ἔστω γὰρ τὸ μὲνἀγαθῶι εἶναι ἐφ᾽ οὗ Α, τὸ δὲ κακῶι εἶναι ἐφ᾽ οὗ Β, πάλιν |
15 | δὲ τὸ ἀγαθῶι εἶναι ἐφ᾽ οὗ Γ. ἐπεὶ οὖν ταὐτὸν ὑπολαμβά-νει τὸ Β καὶ τὸ Γ, καὶ εἶναι τὸ Γ τὸ Β ὑπολήψεται, καὶπάλιν τὸ Β τὸ Α εἶναι ὡσαύτως, ὥστε καὶ τὸ Γ τὸ Α.ὥσπερ γὰρ εἰ ἦν ἀληθές, καθ᾽ οὗ τὸ Γ, τὸ Β, καὶ καθ᾽οὗ τὸ Β, τὸ Α, καὶ κατὰ τοῦ Γ τὸ Α ἀληθὲς ἦν, οὕτω καὶ |
20 | ἐπὶ τοῦ ὑπολαμβάνειν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ εἶναι· ταὐτοῦγὰρ ὄντος τοῦ Γ καὶ Β, καὶ πάλιν τοῦ Β καὶ Α, καὶ τὸ Γτῶι Α ταὐτὸν ἦν· ὥστε καὶ ἐπὶ τοῦ δοξάζειν ὁμοίως. ἆρ᾽ οὖντοῦτο μὲν ἀναγκαῖον, εἴ τις δώσει τὸ πρῶτον; ἀλλ᾽ ἴσως ἐκεῖνοψεῦδος, τὸ ὑπολαβεῖν τινὰ κακῶι εἶναι τὸ ἀγαθῶι εἶναι, |
25 | εἰ μὴ κατὰ συμβεβηκός· πολλαχῶς γὰρ ἐγχωρεῖ τοῦθ᾽ὑπολαμβάνειν. ἐπισκεπτέον δὲ τοῦτο βέλτιον.
Ὅταν δ᾽ ἀντιστρέφηι τὰ ἄκρα, ἀνάγκη καὶ τὸ μέσονἀντιστρέφειν πρὸς ἄμφω. εἰ γὰρ τὸ Α κατὰ τοῦ Γ διὰ τοῦΒ ὑπάρχει, εἰ ἀντιστρέφει καὶ ὑπάρχει, ὧι τὸ Α, παντὶ |
30 | τὸ Γ, καὶ τὸ Β τῶι Α ἀντιστρέψει καὶ ὑπάρξει, ὧι τὸ Α,παντὶ τὸ Β διὰ μέσου τοῦ Γ· καὶ τὸ Γ τῶι Β ἀντιστρέψειδιὰ μέσου τοῦ Α. καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ὡσαύτως, οἷονεἰ τὸ Β τῶι Γ ὑπάρχει, τῶι δὲ Β τὸ Α οὐχ ὑπάρχει, οὐδὲτὸ Α τῶι Γ οὐχ ὑπάρξει. εἰ δὴ τὸ Β τῶι Α ἀντιστρέφει, |
35 | καὶ τὸ Γ τῶι Α ἀντιστρέψει. ἔστω γὰρ τὸ Β μὴ ὑπάρχοντῶι Α· οὐδ᾽ ἄρα τὸ Γ· παντὶ γὰρ τῶι Γ τὸ Β ὑπῆρχεν.καὶ εἰ τῶι Β τὸ Γ ἀντιστρέφει, καὶ τὸ Α ἀντιστρέψει· καθ᾽οὗ γὰρ ἅπαντος τὸ Β, καὶ τὸ Γ. καὶ εἰ τὸ Γ καὶ πρὸς τὸ Αἀντιστρέφει, καὶ τὸ Β ἀντιστρέψει. ὧι γὰρ τὸ Β, |
68a | τὸ Γ· ὧι δὲ τὸ Α, τὸ Γ οὐχ ὑπάρχει. καὶ μόνον τοῦτοἀπὸ τοῦ συμπεράσματος ἄρχεται, τὰ δ᾽ ἄλλα οὐχ ὁμοίωςκαὶ ἐπὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ. Πάλιν εἰ τὸ Α καὶτὸ Β ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ἅπαντι δ᾽ |
5 | ἀνάγκη τὸ Α ἢ τὸ Γ ὑπάρχειν, καὶ τὸ Β καὶ Δ οὕτως ἕξειὥστε παντὶ θάτερον ὑπάρχειν. ἐπεὶ γὰρ ὧι τὸ Α, τὸ Β, καὶὧι τὸ Γ, τὸ Δ, παντὶ δὲ τὸ Α ἢ τὸ Γ καὶ οὐχ ἅμα, φα-νερὸν ὅτι καὶ τὸ Β ἢ τὸ Δ παντὶ καὶ οὐχ ἅμα [οἷον εἰ τὸἀγένητον ἄφθαρτον καὶ τὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη τὸ |
10 | γένομενον φθαρτὸν καὶ τὸ φθαρτὸν γεγονέναι]· δύο γὰρ συλ-λογισμοὶ σύγκεινται. πάλιν εἰ παντὶ μὲν τὸ Α ἢ τὸ Β καὶτὸ Γ ἢ τὸ Δ, ἅμα δὲ μὴ ὑπάρχει, εἰ ἀντιστρέφει τὸ Ακαὶ τὸ Γ, καὶ τὸ Β καὶ τὸ Δ ἀντιστρέφει. εἰ γὰρ τινὶ μὴὑπάρχει τὸ Β, ὧι τὸ Δ, δῆλον ὅτι τὸ Α ὑπάρχει. εἰ δὲ |
15 | τὸ Α, καὶ τὸ Γ· ἀντιστρέφει γάρ. ὥστε ἅμα τὸ Γ καὶ τὸ Δ.τοῦτο δ᾽ ἀδύνατον. οἷον εἰ τὸ ἀγένητον ἄφθαρτον καὶτὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη τὸ γενόμενον φθαρτὸν καὶ τὸφθαρτὸν γεγονέναι. Ὅταν δὲ τὸ Α ὅλωι τῶι Β καὶ τῶι Γὑπάρχηι καὶ μηδενὸς ἄλλου κατηγορῆται, ὑπάρχηι δὲ καὶτὸ Β παντὶ τῶι Γ, ἀνάγκη τὸ Α καὶ Β ἀντιστρέφειν· ἐπεὶγὰρ κατὰ μόνων τῶν Β Γ λέγεται τὸ Α, κατηγορεῖται δὲ |
20 | τὸ Β καὶ αὐτὸ αὑτοῦ καὶ τοῦ Γ, φανερὸν ὅτι καθ᾽ ὧν τὸ Α,καὶ τὸ Β λεχθήσεται πάντων πλὴν αὐτοῦ τοῦ Α. πάλιν ὅταντὸ Α καὶ τὸ Β ὅλωι τῶι Γ ὑπάρχηι, ἀντιστρέφηι δὲ τὸ Γτῶι Β, ἀνάγκη τὸ Α παντὶ τῶι Β ὑπάρχειν· ἐπεὶ γὰρ παντὶτῶι Γ τὸ Α, τὸ δὲ Γ τῶι Β διὰ τὸ ἀντιστρέφειν, καὶ τὸ Α |
25 | παντὶ τῶι Β ὑπάρξει. Ὅταν δὲ δυοῖν ὄντοιν τὸ Α τοῦ Β αἱ-ρετώτερον ἦι, ὄντων ἀντικειμένων, καὶ τὸ Δ τοῦ Γ ὡσαύτως,εἰ αἱρετώτερα τὰ Α Γ τῶν Β Δ, τὸ Α τοῦ Δ αἱρετώτερον.ὁμοίως γὰρ διωκτὸν τὸ Α καὶ φευκτὸν τὸ Β (ἀντικείμεναγάρ), καὶ τὸ Γ τῶι Δ (καὶ γὰρ ταῦτα ἀντίκειται). εἰ οὖν |
30 | τὸ Α τῶι Δ ὁμοίως αἱρετόν, καὶ τὸ Β τῶι Γ φευκτόν· ἑκά-τερον γὰρ ἑκατέρωι ὁμοίως, φευκτὸν διωκτῶι. ὥστε καὶ τὰἄμφω τὰ Α Γ τοῖς Β Δ. ἐπεὶ δὲ μᾶλλον, οὐχ οἷόν τεὁμοίως· καὶ γὰρ ἂν τὰ Β Δ ὁμοίως ἦσαν. εἰ δὲ τὸ Δ τοῦ Ααἱρετώτερον, καὶ τὸ Β τοῦ Γ ἧττον φευκτόν· τὸ γὰρ ἔλατ- |
35 | τον τῶι ἐλάττονι ἀντίκειται. αἱρετώτερον δὲ τὸ μεῖζον ἀγα-θὸν καὶ ἔλαττον κακὸν ἢ τὸ ἔλαττον ἀγαθὸν καὶ μεῖζονκακόν· καὶ τὸ ἅπαν ἄρα, τὸ Β Δ, αἱρετώτερον τοῦ Α Γ.νῦν δ᾽ οὐκ ἔστιν. τὸ Α ἄρα αἱρετώτερον τοῦ Δ, καὶ τὸ Γ ἄρατοῦ Β ἧττον φευκτόν. εἰ δὴ ἕλοιτο πᾶς ὁ ἐρῶν κατὰ τὸν |
40 | ἔρωτα τὸ Α τὸ οὕτως ἔχειν ὥστε χαρίζεσθαι, καὶ τὸ μὴχαρίζεσθαι τὸ ἐφ᾽ οὗ Γ, ἢ τὸ χαρίζεσθαι τὸ ἐφ᾽ οὗ Δ, καὶ |
68b | τὸ μὴ τοιοῦτον εἶναι οἷον χαρίζεσθαι τὸ ἐφ᾽ οὗ Β, δῆλον ὅτιτὸ Α τὸ τοιοῦτον εἶναι αἱρετώτερόν ἐστιν ἢ τὸ χαρίζεσθαι. τὸἄρα φιλεῖσθαι τῆς συνουσίας αἱρετώτερον κατὰ τὸν ἔρωτα.μᾶλλον ἄρα ὁ ἔρως ἐστὶ τῆς φιλίας ἢ τοῦ συνεῖναι. εἰ δὲ |
5 | μάλιστα τούτου, καὶ τέλος τοῦτο. τὸ ἄρα συνεῖναι ἢ οὐκ ἔστινὅλως ἢ τοῦ φιλεῖσθαι ἕνεκεν· καὶ γὰρ αἱ ἄλλαι ἐπιθυμίαικαὶ τέχναι οὕτως.
23
Πῶς μὲν οὖν ἔχουσιν οἱ ὅροι κατὰ τὰς ἀντιστροφὰςκαὶ τὸ αἱρετώτεροι ἢ φευκτότεροι εἶναι, φανερόν· ὅτι δ᾽ οὐ |
10 | μόνον οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ συλλογισμοὶ διὰτῶν προειρημένων γίνονται σχημάτων, ἀλλὰ καὶ οἱ ῥητορι-κοὶ καὶ ἁπλῶς ἡτισοῦν πίστις καὶ ἡ καθ᾽ ὁποιανοῦν μέθοδον,νῦν ἂν εἴη λεκτέον. ἅπαντα γὰρ πιστεύομεν ἢ διὰ συλλο-γισμοῦ ἢ ἐξ ἐπαγωγῆς.
|
15 | Ἐπαγωγὴ μὲν οὖν ἐστι καὶ ὁ ἐξ ἐπαγωγῆς συλλογι-σμὸς τὸ διὰ τοῦ ἑτέρου θάτερον ἄκρον τῶι μέσωι συλλογίσα-σθαι, οἷον εἰ τῶν Α Γ μέσον τὸ Β, διὰ τοῦ Γ δεῖξαι τὸ Ατῶι Β ὑπάρχον· οὕτω γὰρ ποιούμεθα τὰς ἐπαγωγάς. οἷονἔστω τὸ Α μακρόβιον, τὸ δ᾽ ἐφ᾽ ὧι Β τὸ χολὴν μὴ ἔχον, |
20 | ἐφ᾽ ὧι δὲ Γ τὸ καθ᾽ ἕκαστον μακρόβιον, οἷον ἄνθρωπος καὶἵππος καὶ ἡμίονος. τῶι δὴ Γ ὅλωι ὑπάρχει τὸ Α (πᾶν γὰρτὸ Γ μακρόβιον)· ἀλλὰ καὶ τὸ Β, τὸ μὴ ἔχειν χολήν,παντὶ ὑπάρχει τῶι Γ. εἰ οὖν ἀντιστρέφει τὸ Γ τῶι Β καὶ μὴὑπερτείνει τὸ μέσον, ἀνάγκη τὸ Α τῶι Β ὑπάρχειν. δέδεικ- |
25 | ται γὰρ πρότερον ὅτι ἂν δύο ἄττα τῶι αὐτῶι ὑπάρχηι καὶπρὸς θάτερον αὐτῶν ἀντιστρέφηι τὸ ἄκρον, ὅτι τῶι ἀντιστρέ-φοντι καὶ θάτερον ὑπάρξει τῶν κατηγορουμένων. δεῖ δὲ νοεῖντὸ Γ τὸ ἐξ ἁπάντων τῶν καθ᾽ ἕκαστον συγκείμενον· ἡ γὰρἐπαγωγὴ διὰ πάντων.
|
30 | Ἔστι δ᾽ ὁ τοιοῦτος συλλογισμὸς τῆς πρώτης καὶ ἀμέ-σου προτάσεως· ὧν μὲν γὰρ ἔστι μέσον, διὰ τοῦ μέσου ὁσυλλογισμός, ὧν δὲ μὴ ἔστι, δι᾽ ἐπαγωγῆς. καὶ τρόποντινὰ ἀντίκειται ἡ ἐπαγωγὴ τῶι συλλογισμῶι· ὁ μὲν γὰρ διὰτοῦ μέσου τὸ ἄκρον τῶι τρίτωι δείκνυσιν, ἡ δὲ διὰ τοῦ τρίτου |
35 | τὸ ἄκρον τῶι μέσωι. φύσει μὲν οὖν πρότερος καὶ γνωριμώτε-ρος ὁ διὰ τοῦ μέσου συλλογισμός, ἡμῖν δ᾽ ἐναργέστερος ὁδιὰ τῆς ἐπαγωγῆς.
24
Παράδειγμα δ᾽ ἐστὶν ὅταν τῶι μέσωι τὸ ἄκρον ὑπάρ-χον δειχθῆι διὰ τοῦ ὁμοίου τῶι τρίτωι. δεῖ δὲ καὶ τὸ μέσοντῶι τρίτωι καὶ τὸ πρῶτον τῶι ὁμοίωι γνώριμον εἶναι ὑπάρχον.οἷον ἔστω τὸ Α κακόν, τὸ δὲ Β πρὸς ὁμόρους ἀναιρεῖσθαι |
69a | πόλεμον, ἐφ᾽ ὧι δὲ Γ τὸ Ἀθηναίους πρὸς Θηβαίους, τὸ δ᾽ἐφ᾽ ὧι Δ Θηβαίους πρὸς Φωκεῖς. ἐὰν οὖν βουλώμεθα δεῖξαιὅτι τὸ Θηβαίοις πολεμεῖν κακόν ἐστι, ληπτέον ὅτι τὸ πρὸςτοὺς ὁμόρους πολεμεῖν κακόν. τούτου δὲ πίστις ἐκ τῶν |
5 | ὁμοίων, οἷον ὅτι Θηβαίοις ὁ πρὸς Φωκεῖς. ἐπεὶ οὖν τὸ πρὸςτοὺς ὁμόρους κακόν, τὸ δὲ πρὸς Θηβαίους πρὸς ὁμόρους ἐστί,φανερὸν ὅτι τὸ πρὸς Θηβαίους πολεμεῖν κακόν. ὅτι μὲν οὖντὸ Β τῶι Γ καὶ τῶι Δ ὑπάρχει, φανερόν (ἄμφω γάρ ἐστιπρὸς τοὺς ὁμόρους ἀναιρεῖσθαι πόλεμον), καὶ ὅτι τὸ Α τῶι |
10 | Δ (Θηβαίοις γὰρ οὐ συνήνεγκεν ὁ πρὸς Φωκεῖς πόλεμοσ)· ὅτιδὲ τὸ Α τῶι Β ὑπάρχει, διὰ τοῦ Δ δειχθήσεται. τὸν αὐ-τὸν δὲ τρόπον κἂν εἰ διὰ πλειόνων τῶν ὁμοίων ἡ πίστις γέ-νοιτο τοῦ μέσου πρὸς τὸ ἄκρον. φανερὸν οὖν ὅτι τὸ παράδει-γμά ἐστιν οὔτε ὡς μέρος πρὸς ὅλον οὔτε ὡς ὅλον πρὸς μέρος, |
15 | ἀλλ᾽ ὡς μέρος πρὸς μέρος, ὅταν ἄμφω μὲν ἦι ὑπὸ ταὐτό,γνώριμον δὲ θάτερον. καὶ διαφέρει τῆς ἐπαγωγῆς, ὅτι ἡμὲν ἐξ ἁπάντων τῶν ἀτόμων τὸ ἄκρον ἐδείκνυεν ὑπάρχειντῶι μέσωι καὶ πρὸς τὸ ἄκρον οὐ συνῆπτε τὸν συλλογισμόν,τὸ δὲ καὶ συνάπτει καὶ οὐκ ἐξ ἁπάντων δείκνυσιν.
25
|
20 | Ἀπαγωγὴ δ᾽ ἐστὶν ὅταν τῶι μὲν μέσωι τὸ πρῶτον δῆ-λον ἦι ὑπάρχον, τῶι δ᾽ ἐσχάτωι τὸ μέσον ἄδηλον μέν, ὁμοίωςδὲ πιστὸν ἢ μᾶλλον τοῦ συμπεράσματος· ἔτι ἂν ὀλίγα ἦιτὰ μέσα τοῦ ἐσχάτου καὶ τοῦ μέσου· πάντως γὰρ ἐγγύτερονεἶναι συμβαίνει τῆς ἐπιστήμης. οἷον ἔστω τὸ Α τὸ διδακτόν, |
25 | ἐφ᾽ οὗ Β ἐπιστήμη, τὸ Γ δικαιοσύνη. ἡ μὲν οὖν ἐπιστήμη ὅτιδιδακτόν, φανερόν· ἡ δ᾽ ἀρετὴ εἰ ἐπιστήμη, ἄδηλον. εἰ οὖνὁμοίως ἢ μᾶλλον πιστὸν τὸ Β Γ τοῦ Α Γ, ἀπαγωγή ἐστιν·ἐγγύτερον γὰρ τοῦ ἐπίστασθαι διὰ τὸ προσειληφέναι τὴν Α Βἐπιστήμην, πρότερον οὐκ ἔχοντας. ἢ πάλιν εἰ ὀλίγα τὰ μέσα |
30 | τῶν Β Γ· καὶ γὰρ οὕτως ἐγγύτερον τοῦ εἰδέναι. οἷον εἰ τὸ Δεἴη τετραγωνίζεσθαι, τὸ δ᾽ ἐφ᾽ ὧι Ε εὐθύγραμμον, τὸ δ᾽ἐφ᾽ ὧι Ζ κύκλος· εἰ τοῦ Ε Ζ ἓν μόνον εἴη μέσον, τὸ μετὰμηνίσκων ἴσον γίνεσθαι εὐθυγράμμωι τὸν κύκλον, ἐγγὺς ἂνεἴη τοῦ εἰδέναι. ὅταν δὲ μήτε πιστότερον ἦι τὸ Β Γ τοῦ Α Γ μήτ᾽ |
35 | ὀλίγα τὰ μέσα, οὐ λέγω ἀπαγωγήν. οὐδ᾽ ὅταν ἄμεσον ἦι τὸΒ Γ· ἐπιστήμη γὰρ τὸ τοιοῦτον.
26
Ἔνστασις δ᾽ ἐστὶ πρότασις προτάσει ἐναντία. διαφέρειδὲ τῆς προτάσεως, ὅτι τὴν μὲν ἔνστασιν ἐνδέχεται εἶναι ἐπὶμέρους, τὴν δὲ πρότασιν ἢ ὅλως οὐκ ἐνδέχεται ἢ οὐκ ἐν τοῖς |
69b | καθόλου συλλογισμοῖς. φέρεται δὲ ἡ ἔνστασις διχῶς καὶδιὰ δύο σχημάτων, διχῶς μὲν ὅτι ἢ καθόλου ἢ ἐν μέρειπᾶσα ἔνστασις, ἐκ δύο δὲ σχημάτων ὅτι ἀντικείμεναι φέ-ρονται τῆι προτάσει, τὰ δ᾽ ἀντικείμενα ἐν τῶι πρώτωι καὶ |
5 | τῶι τρίτωι σχήματι περαίνονται μόνοις. ὅταν γὰρ ἀξιώσηιπαντὶ ὑπάρχειν, ἐνιστάμεθα ἢ ὅτι οὐδενὶ ἢ ὅτι τινὶ οὐχ ὑπάρ-χει· τούτων δὲ τὸ μὲν μηδενὶ ἐκ τοῦ πρώτου σχήματος, τὸδὲ τινὶ μὴ ἐκ τοῦ ἐσχάτου. οἷον ἔστω τὸ Α μίαν εἶναι ἐπιστή-μην, ἐφ᾽ ὧι τὸ Β ἐναντία. προτείναντος δὴ μίαν εἶναι τῶν |
10 | ἐναντίων ἐπιστήμην, ἢ ὅτι ὅλως οὐχ ἡ αὐτὴ τῶν ἀντικειμένωνἐνίσταται, τὰ δ᾽ ἐναντία ἀντικείμενα, ὥστε γίνεται τὸ πρῶτονσχῆμα, ἢ ὅτι τοῦ γνωστοῦ καὶ ἀγνώστου οὐ μία· τοῦτο δὲ τὸτρίτον· κατὰ γὰρ τοῦ Γ, τοῦ γνωστοῦ καὶ ἀγνώστου, τὸ μὲνἐναντία εἶναι ἀληθές, τὸ δὲ μίαν αὐτῶν ἐπιστήμην εἶναι ψεῦ- |
15 | δος. πάλιν ἐπὶ τῆς στερητικῆς προτάσεως ὡσαύτως. ἀξιοῦν-τος γὰρ μὴ εἶναι μίαν τῶν ἐναντίων, ἢ ὅτι πάντων τῶν ἀν-τικειμένων ἢ ὅτι τινῶν ἐναντίων ἡ αὐτὴ λέγομεν, οἷον ὑγιεινοῦκαὶ νοσώδους· τὸ μὲν οὖν πάντων ἐκ τοῦ πρώτου, τὸ δὲ τινῶνἐκ τοῦ τρίτου σχήματος. Ἁπλῶς γὰρ ἐν πᾶσι καθόλου μὲν |
20 | ἐνιστάμενον ἀνάγκη πρὸς τὸ καθόλου τῶν προτεινομένων τὴνἀντίφασιν εἰπεῖν, οἷον εἰ μὴ τὴν αὐτὴν ἀξιοῖ τῶν ἐναντίων,πάντων εἰπόντα τῶν ἀντικειμένων μίαν. οὕτω δ᾽ ἀνάγκη τὸπρῶτον εἶναι σχῆμα· μέσον γὰρ γίνεται τὸ καθόλου πρὸςτὸ ἐξ ἀρχῆς. ἐν μέρει δέ, πρὸς ὅ ἐστι καθόλου καθ᾽ οὗ λέ- |
25 | γεται ἡ πρότασις, οἷον γνωστοῦ καὶ ἀγνώστου μὴ τὴν αὐτήν·τὰ γὰρ ἐναντία καθόλου πρὸς ταῦτα. καὶ γίνεται τὸ τρίτονσχῆμα· μέσον γὰρ τὸ ἐν μέρει λαμβανόμενον, οἷον τὸ γνω-στὸν καὶ τὸ ἄγνωστον. ἐξ ὧν γὰρ ἔστι συλλογίσασθαι τοὐναν-τίον, ἐκ τούτων καὶ τὰς ἐνστάσεις ἐπιχειροῦμεν λέγειν. διὸ |
30 | καὶ ἐκ μόνων τούτων τῶν σχημάτων φέρομεν· ἐν μόνοις γὰροἱ ἀντικείμενοι συλλογισμοί· διὰ γὰρ τοῦ μέσου οὐκ ἦν κα-ταφατικῶς. ἔτι δὲ κἂν λόγου δέοιτο πλείονος ἡ διὰ τοῦ μέ-σου σχήματος, οἷον εἰ μὴ δοίη τὸ Α τῶι Β ὑπάρχειν διὰτὸ μὴ ἀκολουθεῖν αὐτῶι τὸ Γ. τοῦτο γὰρ δι᾽ ἄλλων προτά- |
35 | σεων δῆλον· οὐ δεῖ δὲ εἰς ἄλλα ἐκτρέπεσθαι τὴν ἔνστασιν,ἀλλ᾽ εὐθὺς φανερὰν ἔχειν τὴν ἑτέραν πρότασιν. [διὸ καὶ τὸσημεῖον ἐκ μόνου τούτου τοῦ σχήματος οὐκ ἔστιν.]
Ἐπισκεπτέον δὲ καὶ περὶ τῶν ἄλλων ἐνστάσεων, οἷονπερὶ τῶν ἐκ τοῦ ἐναντίου καὶ τοῦ ὁμοίου καὶ τοῦ κατὰ δόξαν, καὶ |
70a | εἰ τὴν ἐν μέρει ἐκ τοῦ πρώτου ἢ τὴν στερητικὴν ἐκ τοῦ μέσουδυνατὸν λαβεῖν.
27
Ἐνθύμημα δὲ ἐστὶ συλλογισμὸς ἐξ εἰκότων ἢ σημείων,εἰκὸς δὲ καὶ σημεῖον οὐ ταὐτόν ἐστιν, ἀλλὰ τὸ μὲνεἰκός ἐστι πρότασις ἔνδοξος· ὁ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἴσασιν |
5 | οὕτω γινόμενον ἢ μὴ γινόμενον ἢ ὂν ἢ μὴ ὄν, τοῦτ᾽ ἐστὶν εἰ-κός, οἷον τὸ μισεῖν τοὺς φθονοῦντας ἢ τὸ φιλεῖν τοὺς ἐρω-μένους. σημεῖον δὲ βούλεται εἶναι πρότασις ἀποδεικτικὴ ἢἀναγκαία ἢ ἔνδοξος· οὗ γὰρ ὄντος ἔστιν ἢ οὗ γενομένου πρό-τερον ἢ ὕστερον γέγονε τὸ πρᾶγμα, τοῦτο σημεῖόν ἐστι τοῦ γε- |
10 | γονέναι ἢ εἶναι. [ἐνθύμημα μὲν οὖν ἐστὶ συλλογισμὸς ἐξ εἰκό-των ἢ σημείων] λαμβάνεται δὲ τὸ σημεῖον τριχῶς, ὁσα-χῶς καὶ τὸ μέσον ἐν τοῖς σχήμασιν· ἢ γὰρ ὡς ἐν τῶι πρώτωιἢ ὡς ἐν τῶι μέσωι ἢ ὡς ἐν τῶι τρίτωι, οἷον τὸ μὲν δεῖξαι κύου-σαν διὰ τὸ γάλα ἔχειν ἐκ τοῦ πρώτου σχήματος· μέσον |
15 | γὰρ τὸ γάλα ἔχειν. ἐφ᾽ ὧι τὸ Α κύειν, τὸ Β γάλα ἔχειν,γυνὴ ἐφ᾽ ὧι Γ. τὸ δ᾽ ὅτι οἱ σοφοὶ σπουδαῖοι, Πιττακὸς γὰρσπουδαῖος, διὰ τοῦ ἐσχάτου. ἐφ᾽ ὧι Α τὸ σπουδαῖον, ἐφ᾽ ὧιΒ οἱ σοφοί, ἐφ᾽ ὧι Γ Πιττακός. ἀληθὲς δὴ καὶ τὸ Α καὶτὸ Β τοῦ Γ κατηγορῆσαι· πλὴν τὸ μὲν οὐ λέγουσι διὰ τὸ εἰδέ- |
20 | ναι, τὸ δὲ λαμβάνουσιν. τὸ δὲ κύειν, ὅτι ὠχρά, διὰ τοῦμέσου σχήματος βούλεται εἶναι· ἐπεὶ γὰρ ἕπεται ταῖς κυού-σαις τὸ ὠχρόν, ἀκολουθεῖ δὲ καὶ ταύτηι, δεδεῖχθαι οἴονταιὅτι κύει. τὸ ὠχρὸν ἐφ᾽ οὗ τὸ Α, τὸ κύειν ἐφ᾽ οὗ Β, γυνὴἐφ᾽ οὗ Γ. Ἐὰν μὲν οὖν ἡ μία λεχθῆι πρότασις, σημεῖον γίνε- |
25 | ται μόνον, ἐὰν δὲ καὶ ἡ ἑτέρα προσληφθῆι, συλλογισμός,οἷον ὅτι Πιττακὸς ἐλευθέριος· οἱ γὰρ φιλότιμοι ἐλευθέριοι,Πιττακὸς δὲ φιλότιμος. ἢ πάλιν ὅτι οἱ σοφοὶ ἀγαθοί· Πιτ-τακὸς γὰρ ἀγαθός, ἀλλὰ καὶ σοφός. οὕτω μὲν οὖν γίνονταισυλλογισμοί, πλὴν ὁ μὲν διὰ τοῦ πρώτου σχήματος ἄλυ- |
30 | τος, ἂν ἀληθὴς ἦι (καθόλου γάρ ἐστιν), ὁ δὲ διὰ τοῦ ἐσχάτουλύσιμος, κἂν ἀληθὲς ἦι τὸ συμπέρασμα, διὰ τὸ μὴ εἶναικαθόλου μηδὲ πρὸς τὸ πρᾶγμα τὸν συλλογισμόν· οὐ γὰρεἰ Πιττακὸς σπουδαῖος, διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀνάγκησοφούς. ὁ δὲ διὰ τοῦ μέσου σχήματος ἀεὶ καὶ πάντως λύ- |
35 | σιμος· οὐδέποτε γὰρ γίνεται συλλογισμὸς οὕτως ἐχόντωντῶν ὅρων· οὐ γὰρ εἰ ἡ κύουσα ὠχρά, ὠχρὰ δὲ καὶ ἥδε,κύειν ἀνάγκη ταύτην. ἀληθὲς μὲν οὖν ἐν ἅπασιν ὑπάρξει τοῖςσημείοις, διαφορὰς δ᾽ ἔχουσι τὰς εἰρημένας.
|
70b | Ἢ δὴ οὕτω διαιρετέον τὸ σημεῖον, τούτων δὲ τὸ μέσοντεκμήριον ληπτέον (τὸ γὰρ τεκμήριον τὸ εἰδέναι ποιοῦν φα-σὶν εἶναι, τοιοῦτο δὲ μάλιστα τὸ μέσον), ἢ τὰ μὲν ἐκ τῶνἄκρων σημεῖον λεκτέον, τὰ δ᾽ ἐκ τοῦ μέσου τεκμήριον· ἐνδο- |
5 | ξότατον γὰρ καὶ μάλιστα ἀληθὲς τὸ διὰ τοῦ πρώτου σχή-ματος.
Τὸ δὲ φυσιογνωμονεῖν δυνατόν ἐστιν, εἴ τις δίδωσιν ἅμαμεταβάλλειν τὸ σῶμα καὶ τὴν ψυχὴν ὅσα φυσικά ἐστιπαθήματα· μαθὼν γὰρ ἴσως μουσικὴν μεταβέβληκέ τι τὴν |
10 | ψυχήν, ἀλλ᾽ οὐ τῶν φύσει ἡμῖν ἐστὶ τοῦτο τὸ πάθος, ἀλλ᾽οἷον ὀργαὶ καὶ ἐπιθυμίαι τῶν φύσει κινήσεων. εἰ δὴ τοῦτό τεδοθείη καὶ ἓν ἑνὸς σημεῖον εἶναι, καὶ δυναίμεθα λαμβάνειντὸ ἴδιον ἑκάστου γένους πάθος καὶ σημεῖον, δυνησόμεθα φυ-σιογνωμονεῖν. εἰ γάρ ἐστιν ἰδίαι τινὶ γένει ὑπάρχον ἀτόμωι |
15 | πάθος, οἷον τοῖς λέουσιν ἀνδρεία, ἀνάγκη καὶ σημεῖον εἶναίτι· συμπάσχειν γὰρ ἀλλήλοις ὑπόκειται. καὶ ἔστω τοῦτο τὸμεγάλα τὰ ἀκρωτήρια ἔχειν· ὁ καὶ ἄλλοις ὑπάρχειν γέ-νεσι μὴ ὅλοις ἐνδέχεται. τὸ γὰρ σημεῖον οὕτως ἴδιόν ἐστιν,ὅτι ὅλου γένους ἴδιόν ἐστι [πάθοσ], καὶ οὐ μόνου ἴδιον, |
20 | ὥσπερ εἰώθαμεν λέγειν. ὑπάρξει δὴ καὶ ἐν ἄλλωι γένειτοῦτο, καὶ ἔσται ἀνδρεῖος [ὁ] ἄνθρωπος καὶ ἄλλο τι ζῶιον.ἕξει ἄρα τὸ σημεῖον· ἓν γὰρ ἑνὸς ἦν. εἰ τοίνυν ταῦτ᾽ ἐστί,καὶ δυνησόμεθα τοιαῦτα σημεῖα συλλέξαι ἐπὶ τούτων τῶνζώιων ἃ μόνον ἓν πάθος ἔχει τι ἴδιον, ἕκαστον δ᾽ ἔχει ση- |
25 | μεῖον, ἐπείπερ ἓν ἔχειν ἀνάγκη, δυνησόμεθα φυσιογνωμο-νεῖν. εἰ δὲ δύο ἔχει ἴδια ὅλον τὸ γένος, οἷον ὁ λέων ἀνδρεῖονκαὶ μεταδοτικόν, πῶς γνωσόμεθα πότερον ποτέρου σημεῖοντῶν ἰδίαι ἀκολουθούντων σημείων; ἢ εἰ ἄλλωι τινὶ μὴ ὅλωιἄμφω, καὶ ἐν οἷς μὴ ὅλοις ἑκάτερον, ὅταν τὸ μὲν ἔχηι τὸ |
30 | δὲ μή· εἰ γὰρ ἀνδρεῖος μὲν ἐλευθέριος δὲ μή, ἔχει δὲ τῶνδύο τοδί, δῆλον ὅτι καὶ ἐπὶ τοῦ λέοντος τοῦτο σημεῖον τῆςἀνδρείας. Ἔστι δὴ τὸ φυσιογνωμονεῖν τῶι ἐν τῶι πρώτωι σχή-ματι τὸ μέσον τῶι μὲν πρώτωι ἄκρωι ἀντιστρέφειν, τοῦ δὲ τρί-του ὑπερτείνειν καὶ μὴ ἀντιστρέφειν, οἷον ἀνδρεία τὸ Α, τὰ |
35 | ἀκρωτήρια μεγάλα ἐφ᾽ οὗ Β, τὸ δὲ Γ λέων. ὧι δὴ τὸ Γ,τὸ Β παντί, ἀλλὰ καὶ ἄλλοις. ὧι δὲ τὸ Β, τὸ Α παντὶκαὶ οὐ πλείοσιν, ἀλλ᾽ ἀντιστρέφει· εἰ δὲ μή, οὐκ ἔσται ἓνἑνὸς σημεῖον. |