Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XXVI.
|
|
___________________________________________________
| |
Λῆναι ἢ Βάκχαι
Ἰνὼ καὐτονόα χἀ μαλοπάραυος Ἀγαύατρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.χαἲ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλακισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς | |
5 | ἐν καθαρῶι λειμῶνι κάμον δυοκαίδεκα βωμώς,τὼς τρεῖς τᾶι Σεμέλαι, τὼς ἐννέα τῶι Διονύσωι.ἱερὰ δ᾽ ἐκ κίστας πεποναμένα χερσὶν ἑλοῖσαιεὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,ὡς ἐδίδασχ᾽, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος. |
10 | Πενθεὺς δ᾽ ἀλιβάτου πέτρας ἄπο πάντ᾽ ἐθεώρει,σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,σὺν δ᾽ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχω,ἐξαπίνας ἐπιοῖσα· τά τ᾽ οὐχ ὁρέοντι βέβλοι. |
15 | μαίνετο μέν τ᾽ αὐτά, μαίνοντο δ᾽ ἄρ᾽ εὐθὺ καὶ ἅλλαι.Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἳ δ᾽ ἐδίωκον,πέπλως ἐκ ζωστῆρος ἐς ἰγνύαν ἐρύσαισαι.Πενθεὺς μὲν τόδ᾽ ἔειπε· «τίνος κέχρησθε γυναῖκες; »Αὐτονόα τόδ᾽ ἔειπε· «τάχα γνώσηι πρὶν ἀκοῦσαι.» |
20 | μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,ὅσσον περ τοκάδος τελέθει μύκημα λεαίνας·Ἰνὼ δ᾽ ἐξέρρηξε σὺν ὠμοπλάται μέγαν ὦμον,λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·αἱ δ᾽ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. |
25 | ἐς Θήβας δ᾽ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.οὐκ ἀλέγω· μηδ᾽ ἄλλος ἀπεχθομένω Διονύσωιφροντίζοι, μηδ᾽ εἰ χαλεπώτερα τῶνδε μογήσαι,εἴη δ᾽ ἐνναετὴς ἢ καὶ δεκάτω ἐπιβαίνοι· |
30 | αὐτὸς δ᾽ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὕτως.εὐσεβέων παίδεσσι τὰ λώϊα, δυσσεβέων δ᾽ οὔ.χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνωι νιφόεντιΖεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· |
35 | χαίροι δ᾽ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶςΚαδμεῖαι πολλαῖς μεμελημέναι ἡρωῖναι,αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσωοὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο. |