BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XXV.

 

___________________________________________________

 

 

 

Ἡρακλῆς λεοντοφόνος

 

 

Ἡρακλῆς πρὸς ἀγροίκον

Τὸν δ᾽ ὁ γέρων προσέειπε βοῶν ἐπίουρος ἀροτρεύς

παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·

 

«ἔκ τοι, ξεῖνε, πρόφρων μυθήσομαι ὅσσ᾽ ἐρεείνεις,

Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·

5

τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,

εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.

ποῖμναι μὲν βασιλῆος ἐύτριχες Αὐγείαο

οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδ᾽ ἕνα χῶρον·

ἀλλ᾽ αἳ μέν ῥα νέμονται ἐπ᾽ ὄχθαις ἀμφ᾽ Εἱλίσσοντος,

10

αἳ δ᾽ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,

αἳ δ᾽ ἐπὶ Βουπρασίου πολυβότρυος, αἳ δὲ καὶ ὧδε·

χωρὶς δ᾽ οἱ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.

αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης

πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι

15

Μηνίου ἂμ μέγα τῖφος, ἐπεὶ μελιηδέα ποίην

λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἱαμεναί τε

εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῆισιν ἀέξει.

αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρός

φαίνεται εὖ μάλα πᾶσι πέρην ποταμοῖο ῥέοντος

20

κείνηι, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι

χλωρή τ᾽ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο

ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.

εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις

δέδμηνθ᾽, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον

25

ῥυόμεθ᾽ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν

ἔσθ᾽ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.

οὔρους μὴν ἴσασι φυτοσκάφοι ἀμπελοεργοί,

ἐς ληνοὺς δ᾽ ἱκνεῦνται ἐπὴν θέρος ὥριον ἔλθηι.

πᾶν γὰρ δὴ πεδίον τόδ᾽ ἐπίφρονος Αὐγείαο,

30

πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,

μέχρις ἐπ᾽ ἐσχατιὰς πολυπίδακος Ἀκρωρείης,

ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,

ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετ᾽ ἐπ᾽ ἀγροῦ.

ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῶι

35

ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας.

ἠέ τι Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου

δίζεαι οἵ οἱ ἔασιν; ἐγὼ δέ κέ τοι σάφα εἰδώς

πάντα μάλ᾽ ἐξείποιμ᾽, ἐπεὶ οὐ σέ γέ φημι κακῶν ἔξ

ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,

40

οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦρά νυ παῖδες

ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.»

Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός·

«ναί, γέρον, Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν

εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.

45

εἰ δ᾽ ὃ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις

δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,

δμώων δή τινα, πρέσβυ, σύ μοι φράσον ἡγεμονεύσας,

ὅστις ἐπ᾽ ἀγρῶν τῶνδε γεραίτατος αἰσυμνήτης,

ὧι κε τὸ μὲν εἴποιμι, τὸ δ᾽ ἐκ φαμένοιο πυθοίμην.

50

ἄλλου δ᾽ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.»

 

τὸν δ᾽ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς·

«ἀθανάτων ὦ ξεῖνε φραδῆι τινὸς ἐνθάδ᾽ ἱκάνεις,

ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.

ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,

55

σφωιτέρωι σὺν παιδί, βίηι Φυλῆος ἀγαυοῦ·

χθιζὸς δ᾽ εἰλήλουθεν ἀπ᾽ ἄστεος, ἤμασι πολλοῖς

κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπ᾽ ἀγρῶν.

ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ἧισιν

αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.

60

ἀλλ᾽ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω

αὖλιν ἐφ᾽ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.»

 

ὢς εἰπὼν ἡγεῖτο, νόωι δ᾽ ὅγε πόλλ᾽ μενοίνα,

δέρμα τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,

ὁππόθεν ὁ ξεῖνος· μεμόνει δέ μιν αἰὲν ἔρεσθαι·

65

ἂψ δ᾽ ὄκνωι ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,

μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο

σπερχομένου· χαλεπὸν δ᾽ ἑτέρου νόον ἴδμεναι ἀνδρός.

τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψ᾽ ἐνόησαν,

ἀμφότερον ὀδμῆι τε χροὸς δούπωι τε ποδοῖιν.

70

θεσπέσιον δ᾽ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος

Ἀμφιτρυωνιάδηι Ἡρακλέϊ· τὸν δὲ γέροντα

ἀχρεῖον κλάζον τε περίσσαινόν θ᾽ ἑτέρωθεν.

τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθονὸς ὅσσον ἀείρων

φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῆι

75

ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δ᾽ ὑλαγμοῦ,

χαίρων ἐν φρεσὶν ἧισιν, ὁθούνεκεν αὖλιν ἔρυντο

αὐτοῦ γ᾽ οὐ παρεόντος· ἔπος δ᾽ ὅγε τοῖον ἔειπεν·

«ὦ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες

θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.

80

εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,

ἤιδει δ᾽ ὧι τε χρὴ χαλεπαινέμεν ὧι τε καὶ οὐκί,

οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·

νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετ᾽ αὔτως.»

ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὔλιον ἷξον ἰόντες.

 

Ἐπιπώλησις

85

έλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους

δείελον ἦμαρ ἄγων· τὰ δ᾽ ἐπήλυθε πίονα μῆλα

ἐκ βοτάνης ἀνιόντα μετ᾽ αὔλιά τε σηκούς τε.

αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπ᾽ ἄλλαις

ἐρχόμεναι φαίνονθ᾽ ὡσεὶ νέφη ὑδατόεντα,

90

ἅσσα τ᾽ ἐν οὐρανῶι εἶσιν ἐλαυνόμενα προτέρωσε

ἠὲ νότοιο βίηι ἠὲ Θρηικὸς βορέαο·

τῶν μέν τ᾽ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετ᾽ ἰόντων,

οὐδ᾽ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει

ἲς ἀνέμου, τὰ δέ τ᾽ ἄλλα κορύσσεται αὖτις ἐπ᾽ ἄλλοις·

95

τόσσ᾽ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλι᾽ ἤιει.

πᾶν δ᾽ ἄρ᾽ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι

ληίδος ἐρχομένης, στείνοντο δὲ πίονες ἀγροί

μυκηθμῶι, σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν

εἰλιπόδων, ὄϊες δὲ κατ᾽ αὐλὰς ηὐλίζοντο.

100

ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων

εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·

ἀλλ᾽ ὃ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι

καλοπέδιλ᾽ ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν.

ἄλλος δ᾽ αὖ νέα τέκνα φίλας ὑπὸ μητέρας ἵει

105

πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,

ἄλλος ἀμόλγιον εἶχ᾽, ἄλλος τρέφε πίονα τυρόν,

ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.

Αὐγείης δ᾽ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους,

ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,

110

σὺν δ᾽ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος

ὡμάρτευν βασιλῆι διερχομένωι μέγαν ὄλβον.

ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμόν

Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεί

ἐκπάγλως θαύμαζε θεοῦ τόγε μυρίον ἕδνον

115

εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει

ἀνδρὸς ληίδ᾽ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκ᾽ ἄλλων,

οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.

Ἠέλιος δ᾽ ὧι παιδὶ τόγ᾽ ἔξοχον ὤπασε δῶρον,

ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,

120

καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερὲς εὔβοτα πάντα

ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου

βουκολίοις, αἵτ᾽ ἔργα καταφθείρουσι νομήων,

αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους

ἐξ ἔτεος γίνοντο μάλ᾽ εἰς ἔτος· ἦ γὰρ ἅπασαι

125

ζωοτόκοι τ᾽ ἦσαν περιώσια θηλυτόκοι τε.

ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ᾽ ἐστιχόωντο

κνήμαργοί θ᾽ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι

φοίνικες· πάντες δ᾽ ἐπιβήτορες οἵγ᾽ ἔσαν ἤδη.

ἄλλοι δ᾽ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο

130

ἱεροὶ Ἠελίου· χροιὴν δ᾽ ἔσαν ἠύτε κύκνοι

ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν·

οἳ καὶ ἀτιμαγέλαι βόσκοντ᾽ ἐριθηλέα ποίην

ἐν νομῶι· ὧδ᾽ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντες.

καί ῥ᾽ ὁπότ᾽ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες

135

ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκ᾽ ἀγροτεράων,

πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ἤισαν ὀδμήν,

δεινὸν δ᾽ ἐβρυχῶντο φόνον λεύσσον τε προσώπωι.

τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σθένεϊ ὧι

ἠδ᾽ ὑπεροπλίηι Φαέθων μέγας, ὅν ῥα βοτῆρες

140

ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις

βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δ᾽ ἐτέτυκτο.

ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος

αὐτῶι ἔπειτ᾽ ἐπόρουσεν ἐυσκόπωι Ἡρακλῆϊ

χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.

145

τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείηι

σκαιοῦ ἄφαρ κέραος, κατὰ δ᾽ αὐχένα νέρθ᾽ ἐπὶ γαίης

κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω

ὤμωι ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθείς

μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.

150

θαύμαζον δ᾽ αὐτός τε ἄναξ υἱός τε δαΐφρων

Φυλεὺς οἵ τ᾽ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,

Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.

 

Τὼ δ᾽ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγρούς

ἐστιχέτην, Φυλεύς τε βίη θ᾽ Ἡρακληείη.

155

λαοφόρου δ᾽ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,

λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,

ἥ ῥα δι᾽ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο

οὔτι λίην ἀρίσημος ἐν ὕληι χλωρὰ θεούσηι,

τῆι μὲν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο

160

Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,

ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·

 

«ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας,

εἰ περὶ σεῦ, σφετέρηισιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.

ἤλυθε γὰρ στείχων τις ἀπ᾽ Ἄργεος †ὡς νέος ἀκμήν†

165

ἐνθάδ᾽ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο,

ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν,

οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε

θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,

κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρ᾽ ἄλσος.

170

«οὐκ οἶδ᾽ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο

αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην·»

ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν,

εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.

ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων

175

ἠὲ σέ, δέρμα δὲ θηρός, ὅ τοι περὶ πλευρὰ καλύπτει,

χειρῶν καρτερὸν ἔργον ἀριφραδέως ἀγορεύει.

εἴπ᾽ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,

ἥρως, εἴτ᾽ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,

εἰ σύγ᾽ ἐκεῖνος ὃν ἄμμιν ἀκουόντεσσιν ἔειπεν

180

οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.

εἰπὲ δ᾽ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,

ὅππως τ᾽ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·

οὐ μὲν γάρ κε τοσόνδε κατ᾽ Ἀπίδα κνώδαλον εὕροις

ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,

185

ἀλλ᾽ ἄρκτους τε σύας τε λύκων τ᾽ ὀλοφώιον ἔθνος.

τῶι καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·

οἳ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρ᾽ ἔφαντο

γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.»

 

ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου

190

Φυλεύς, ὄφρα κίουσιν ἅμα σφισὶν ἄρκιος εἴη,

καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,

ὅς μιν ὁμαρτήσας τοίωι προσελέξατο μύθωι·

 

«ὦ Αὐγηιάδη, τὸ μὲν ὅττι με πρῶτον ἀνήρευ,

αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.

195

ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου

ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,

νόσφιν γ᾽ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων

Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·

οἶον δ᾽ ἀθανάτων τιν᾽ ἐίσκομεν ἀνδράσι πῆμα

200

ἱρῶν μηνίσαντα Φορωνήεσσιν ἐφεῖναι.

πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὥς

λὶς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,

οἳ ἕθεν †ἀγχόμοροι ναῖον† ἄτλητα παθόντες.

τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον

205

Εὐρυσθεύς, κτεῖναι δέ μ᾽ ἐφίετο θηρίον αἰνόν.

αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην

ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον

εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο

ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέωι Ἑλικῶνι

210

εὑρὼν σὺν πυκινῆισιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.

αὐτὰρ ἐπεὶ τὸν χῶρον ὅθι λὶς ἦεν, ἵκανον,

δὴ τότε τόξον ἑλὼν στρεπτῆι ἐπέλασσα κορώνηι

νευρειήν, περὶ δ᾽ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.

πάντηι δ᾽ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,

215

εἴ μιν ἐσαθρήσαιμι πάρος γ᾽ ἐμὲ κεῖνον ἰδέσθαι.

ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέπω ἴχνια τοῖο

φρασθῆναι δυνάμην οὐδ᾽ ὠρυθμοῖο πυθέσθαι.

οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις

φαινόμενος σπορίμοιο δι᾽ αὔλακος ὅντιν᾽ ἐροίμην·

220

ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.

οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,

πρὶν ἰδέειν ἀλκῆς τε μεταυτίκα πειρηθῆναι.

ἤτοι ὃ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,

βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας

225

αὐχμηρὰς πεπάλακτο φόνωι χαροπόν τε πρόσωπον

στήθεά τε, γλώσσηι δὲ περιλιχμᾶτο γένειον.

αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην

ἐν τρίβωι ὑλήεντι, δεδεγμένος ὁππόθ᾽ ἵκοιτο,

καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν εἰς κενεῶνα

230

τηυσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν

ὀκριόεν, χλωρῆι δὲ παλίσσυτον ἔμπεσε ποίηι.

αὐτὰρ ὃ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκ᾽ ἐπάειρε

θαμβήσας, πάντηι δὲ διέδρακεν ὀφθαλμοῖσι

σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπέδειξεν ὀδόντας.

235

τῶι δ᾽ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προίαλλον,

ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός·

μεσσηγὺς δ᾽ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.

ἀλλ᾽ οὐδ᾽ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,

ἀλλ᾽ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.

240

τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς

αὐερύειν· ὁ δέ μ᾽ εἶδε περιγληνώμενος ὄσσοις

θὴρ ἄμοτος, μακρὴν δὲ περ᾽ ἰγνύηισιν ἕλιξε

κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχήν

θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δ᾽ ἔφριξαν ἔθειραι

245

σκυζομένωι, κυρτὴ δὲ ῥάχις γένετ᾽ ἠΰτε τόξον,

πάντοθεν εἰλυθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.

ὡς δ᾽ ὅταν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων

ὅρπηκας κάμπτηισιν ἐρινεοῦ εὐκεάτοιο,

θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίωι κύκλα δίφρωι·

250

τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινός

καμπτόμενος, τηλοῦ δὲ μιῆι πήδησε σὺν ὁρμῆι·

ὣς ἐπ᾽ ἐμοὶ λὶς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο

μαιμώων χροὸς ἆσαι· ἐγὼ δ᾽ ἑτέρηφι βέλεμνα

χειρὶ προεσχεθόμην καὶ ἀπ᾽ ὤμων δίπλακα λώπην,

255

τῆι δ᾽ ἑτέρηι ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας

ἤλασα κὰκ κεφαλῆς, διὰ δ᾽ ἄνδιχα τρηχὺν ἔαξα

αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον

θηρὸς ἀμαιμακέτοιο· πέσεν δ᾽ ὅγε πρὶν ἔμ᾽ ἱκέσθαι

ὑψόθεν ἐν γαίηι καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη

260

νευστάζων κεφαλῆι· περὶ γὰρ σκότος ὄσσε οἱ ἄμφω

ἦλθε, βίηι σεισθέντος ἐν ὀστέωι ἐγκεφάλοιο.

 

 

τὸν μὲν ἐγὼν ὀδύνηισι παραφρονέοντα βαρείαις

νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,

αὐχένος ἀρρήκτοιο παρ᾽ ἰνίον ἤλασα προφθάς,

265

ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·

ἦγχον δ᾽ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας

ἐξόπιθεν, μὴ σάρκας ἀποδρύψηι ὀνύχεσσι,

πρὸς δ᾽ οὖδας πτέρνηισι πόδας στερεῶς ἐπίεζον

οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρ᾽ ἐφύλασσον,

270

μέχρι οὗ ἐξετάνυσσα βραχίοσιν ὀρθὸν ἀείρας

ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαβεν Ἅιδης.

καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν

θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,

ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἦν οὔτε σιδήρωι

275

οὔτε λίθοις τμητὴ πειρωμένωι οὐδὲ μὲν ὕληι.

ἔνθα μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι

αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.

τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν

ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.

280

οὗτός τοι Νεμέου γένετ᾽, ὦ φίλε, θηρὸς ὄλεθρος,

πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.»