Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XXIII.
|
|
___________________________________________________
| |
Ἐραστής
Ὄιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·τετορταῖος ἔχει παιδὸς ἔρος μῆνά με δεύτερον,κάλω μὲν μετρίως, ἀλλ᾽ ὁπόσον τῶι πόδι περρέχει | |
5 | τᾶς γᾶς, τοῦτο χάρις, ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. |
4 | καὶ νῦν μὲν τὸ κακὸν †ταῖς μὲν ἔχει ταῖς δ᾽ οὔ,†τάχα δ᾽ οὐδ᾽ ὄσον ὕπνω ᾽πιτύχην ἔσσετ᾽ ἐρωΐα.ἔχθες γὰρ παριὼν ἔδρακε λέπτ᾽ ἄμμε δι᾽ ὀφρύγωναἰδέσθεις προτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα,ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὦρος ἐδράξατο· |
10 | εἰς οἶκον δ᾽ ἀπέβαν ἕλκος ἔχων καρτε<ρὸν ἥπατι>πόλλα δ᾽ εἰσκαλέσαις θῦμον ἐμαύτωι διελεξάμαν·«τί δῆτ᾽ αὖτε πόης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;λευκὰς οὐκ †ἐπίσθησθ᾽† ὅττι φόρης ἐν κροτάφοις τρίχας;ὥρα τοι φρονέειν· μὴ πολιὸς τὰν ἰδέαν πέλων |
15 | πάντ᾽ ἔρδ᾽ ὅσσαπερ οἱ τῶν ἐτέων ἄρτι γεγεύμενοι.καὶ μὰν ἄλλο σε λάθει· τὸ δ᾽ ἄρ᾽ ἦν λώιον, ἔμμεναιξέννον τῶν χαλέπων παῖδος ἔρων <τὸν προγενέστερον>.ὁ μὲν γὰρ βίος ἔρρωτ᾽ ἶσα γόννοις ἐλάφω θόαςχαλάσει δ᾽ ἑτέραι ποντοπόρην αὔριον ἄρμενα· |
20 | τὸ δ᾽ αὖτε γλυκέρας ἄνθεμον ἅβας πεδ᾽ ὐμαλίκωνμένει· τῶι δ᾽ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίειὀμμιμναισκομένωι, πόλλα δ᾽ ὄρη νυκτὸς ἐνύπνια,παύσασθαι δ᾽ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἵ<κονος νόσω>.»ταῦτα κἅτερα πολλὰ προτ᾽ ἔμον θῦμον ἐμεμψάμαν· |
25 | ὁ δὲ τοῦτ᾽ ἔφατ᾽· «ὅττις δοκίμοι τὸν δολομάχανοννικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἀμμέωνεὔρην βραϊδίως ἀστέρας, ὁπποσσάκιν ἔννεα·καὶ νῦν, εἴτ᾽ ἐθέλω, χρή με μάκρον σχόντα τὸν ἄμφεναἕλκειν τὸν ζυγόν, εἴτ᾽ οὐκ ἐθέλω· ταῦτα γάρ, ὤγαθε, |
30 | βόλλεται θέος ὃς καὶ Δίος ἔσφαλε μέγαν νόονκαὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερονσμίκρας δεύμενον αὔρας, ὀνέλων ἇι κε <θέληι> φορεῖ.» |