B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Parthenios
floruit ca. 50 a. Chr. n.
     
   



ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α


ζ´
περὶ Ἱππαρίνου.
[ἱστορεῖ Φανίας ὁ Ἐφέσιος.]


__________________________________________________


[1]
ἐν δὲ τῆι Ἰταλῆι Ἡρακλείαι παιδὸς διαφόρου τὴν ὄψιν (Ἱππαρῖνος [ἦν] αὐτῶι ὄνομα τῶν πάνυ δοκίμων) Ἀντιλέων ἠράσθη· ὃς πολλὰ μηχανώμενος οὐδαμῆι δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι, περὶ δὲ γυμνάσια διατρίβοντι πολλὰ τῶι παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι καί, ὅ τι ἂν κελεύηι, μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι. 
[2]
ὁ δὲ ἄρα κατειρωνευόμενος προσέταξεν αὐτῶι ἀπό τινος ἐρυμνοῦ χωρίου, ὃ μάλιστα ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρεακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ ἄν ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει, καὶ ἐπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν, ἐν πολλῆι αὐτῶι εὐνοίαι ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήνους ἐφίλουν. 
[3]
ἐπεὶ δὲ ὁ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός τε ἦν αὐτὸν βίαι ἄγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνωι μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύρρανον προσδραμὼν ἀνεῖλεν· 
[4]
καὶ τοῦτο δράσας δρόμωι ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη. διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.